Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

21.1 κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον. Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων.
21.2 οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν· πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπʼ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας.
21.3 οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον. μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi