Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

26.3 τὸν δʼ ἐπιστατοῦντα ταῖς αἰξὶ θαυμάσαι τὸ παράδοξον καὶ προσελθόντα τῷ χάσματι καὶ κατιδόντα οἷόνπερ ἦν ταὐτὸ παθεῖν ταῖς αἰξίν·ἐκείνας τε γὰρ ὅμοια ποιεῖν τοῖς ἐνθουσιάζουσι καὶ τοῦτον προλέγειν τὰ μέλλοντα γίνεσθαι. μετὰ δὲ ταῦτα τῆς φήμης παρὰ τοῖς ἐγχωρίοις διαδοθείσης περὶ τοῦ πάθους τῶν προσιόντων τῷ χάσματι πλείους ἀπαντᾶν ἐπὶ τὸν τόπον· διὰ δὲ τὸ παράδοξον πάντων ἀποπειρωμένων τοὺς αἰεὶ πλησιάζοντας ἐνθουσιάζειν. διʼ ἃς αἰτίας θαυμαστωθῆναί τε τὸ μαντεῖον καὶ νομισθῆναι τῆς Γῆς εἶναι τὸ χρηστήριον.
26.4 καὶ χρόνον μέν τινα τοὺς βουλομένους μαντεύεσθαι προσιόντας τῷ χάσματι ποιεῖσθαι τὰς μαντείας ἀλλήλοις· μετὰ δὲ ταῦτα πολλῶν καθαλλομένων εἰς τὸ χάσμα διὰ τὸν ἐνθουσιασμὸν καὶ πάντων ἀφανιζομένων δόξαι τοῖς κατοικοῦσι περὶ τὸν τόπον, ἵνα μηδεὶς κινδυνεύῃ, προφῆτίν τε μίαν πᾶσι καταστῆσαι γυναῖκα καὶ διὰ ταύτης γίνεσθαι τὴν χρησμολογίαν. ταύτῃ δὲ κατασκευασθῆναι μηχανὴν, ἐφʼ ἣν ἀναβαίνουσαν ἀσφαλῶς ἐνθουσιάζειν καὶ μαντεύεσθαι τοῖς βουλομένοις.
26.5 εἶναι δὲ τὴν μηχανὴν τρεῖς ἔχουσαν βάσεις, ἀφʼ ὧν αὐτὴν τρίποδα κληθῆναι· σχεδὸν δὲ πάντας τούτου τοῦ κατασκευάσματος ἀπομιμήματα γίνεσθαι τοὺς ἔτι καὶ νῦν κατασκευαζομένους χαλκοῦς τρίποδας. ὃν μὲν οὖν τρόπον εὑρέθη τὸ μαντεῖον καὶ διʼ ἃς αἰτίας ὁ τρίπους κατεσκευάσθη ἱκανῶς εἰρῆσθαι νομίζω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi