Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

29.1 σχιζομένης δὲ τῆς τῶν ἐθνῶν καὶ πόλεων αἱρέσεως τῷ μὲν ἱερῷ βοηθεῖν ἔγνωσαν Βοιωτοὶ καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Περραιβοί, πρὸς δὲ τούτοις Δωριεῖς καὶ Δόλοπες, ἔτι δὲ Ἀθαμᾶνες καὶ Ἀχαιοὶ Φθιῶται καὶ Μάγνητες, ἔτι δὲ Αἰνιᾶνες καί τινες ἕτεροι, τοῖς δὲ Φωκεῦσι συνεμάχουν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι τῶν Πελοποννησίων.
29.2 προθυμότατα δὲ συνέπραττον οἱ Λακεδαιμόνιοι διὰ τοιαύτας αἰτίας. ἐν τῷ Λευκτρικῷ πολέμῳ Θηβαῖοι καταπολεμήσαντες τοὺς πολεμίους δίκην ἐπήνεγκαν εἰς Ἀμφικτύονας κατὰ τῶν Σπαρτιατῶν, ὅτι Φοιβίδας ὁ Σπαρτιάτης κατελάβετο τὴν Καδμείαν, καὶ διετιμήσαντο τὸ ἀδίκημα ταλάντων πεντακοσίων. καταδικασθέντων δὲ τῶν Λακεδαιμονίων καὶ τὴν δίκην οὐκ ἐκτινόντων κατὰ τὸν ὡρισμένον ἐκ τῶν νόμων καιρὸν οἱ Θηβαῖοι πάλιν δίκην ἐπήνεγκαν διπλοῦ τοῦ ἀδικήματος.
29.3 τῶν δʼ Ἀμφικτυόνων χιλίοις ταλάντοις καταδικασάντων οἱ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τοῦ ὀφλήματος ὁμοίας τοῖς Φωκεῦσι τὰς ἀποφάσεις ἐποιοῦντο, λέγοντες ἀδίκως ὑπὸ τῶν Ἀμφικτυόνων καταδεδικάσθαι.
29.4 διόπερ κοινοῦ ὄντος τοῦ συμφέροντος οἱ Λακεδαιμόνιοι κατʼ ἰδίαν μὲν ὤκνουν ὑπὲρ τῆς καταδίκης ἄρασθαι πόλεμον, διὰ δὲ τοῦ προσώπου τῶν Φωκέων εὐσχημονέστερον ἔκρινον ἀκυρῶσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων. διὰ δὴ ταύτας τὰς αἰτίας ἑτοιμότατα συνεμάχουν τοῖς Φωκεῦσι καὶ τὴν προστασίαν τοῦ ἱεροῦ συγκατεσκεύαζον αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi