Kitap 20
33.2
ὁ δʼ οὖν Ὀνόμαρχος στρατηγὸς αὐτοκράτωρ ᾑρημένος ἐκ μὲν τοῦ χαλκοῦ καὶ σιδήρου κατεσκεύασεν ὅπλων πλῆθος, ἐκ δὲ τοῦ ἀργυρίου καὶ χρυσίου νόμισμα κόψας ταῖς τε συμμαχούσαις πόλεσι διεδίδου καὶ μάλιστα τοὺς προεστηκότας ἐδωροδόκει. διέφθειρε δὲ καὶ τῶν πολεμίων πολλούς, οὓς μὲν συμμαχεῖν πείθων, οὓς δὲ τὴν ἡσυχίαν ἔχειν ἀξιῶν.
33.3
πάντα δὲ ῥᾳδίως ἐπετέλει διὰ τὴν τῶν ἀνθρώπων φιλαργυρίαν· καὶ γὰρ τοὺς Θετταλοὺς μέγιστον ἔχοντας τῶν συμμάχων ἀξίωμα δωροδοκήσας ἔπεισε τὴν ἡσυχίαν ἔχειν. καὶ τῶν μὲν Φωκέων τοὺς ἐναντιουμένους συλλαμβάνων ἀνῄρει καὶ τὰς οὐσίας ἐδήμευεν, εἰς δὲ τὴν πολεμίαν ἐμβαλὼν Θρόνιον μὲν ἐκπολιορκήσας ἐξηνδραποδίσατο, Ἀμφισσεῖς δὲ καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι.
33.4
τὰς δʼ ἐν Δωριεῦσι πόλεις πορθήσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. εἰς δὲ τὴν Βοιωτίαν ἐμβαλὼν Ὀρχομενὸν μὲν εἷλεν, ἐπιχειρήσας δʼ ἐκπολιορκεῖν Χαιρώνειαν καὶ ἡττηθεὶς ὑπὸ Θηβαίων ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
34.1
ἅμα δὲ τούτοις πραττομένοις Ἀρτάβαζος, ἀποστάτης ὢν τοῦ βασιλέως, διεπολέμει πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τοῦ βασιλέως σατράπας εἰς τὸν πόλεμον. καὶ τὸ μὲν πρῶτον συμμαχοῦντος αὐτῷ Χάρητος τοῦ Ἀθηναίων στρατηγοῦ ἐρρωμένως ἀντετάττετο τοῖς σατράπαις, ἐκείνου δʼ ἀπελθόντος μονωθεὶς ἔπεισε τοὺς Θηβαίους συμμαχίαν αὐτῷ πέμψαι. οἱ δὲ Παμμένη στρατηγὸν ἑλόμενοι καὶ δόντες αὐτῷ στρατιώτας πεντακισχιλίους ἐξέπεμψαν εἰς τὴν Ἀσίαν.