Kitap 20
37.4
ἐβοήθησαν δὲ καὶ τῶν ἐλαττόνων πόλεων οὐκ ὀλίγαι τοῖς Φωκεῦσι διὰ τὸ πλῆθος τῶν διαδιδομένων χρημάτων· ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλούμενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν.
37.5
ὁ δʼ οὖν Φάυλλος μετὰ τῆς δυνάμεως ἐστράτευσεν εἰς τὴν Βοιωτίαν καὶ περὶ πόλιν Ὀρχομενὸν ἡττηθεὶς μάχῃ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. μετὰ δὲ ταῦτα ἄλλης γενομένης μάχης παρὰ τὸν Κηφισὸν ποταμὸν ἐνίκησαν πάλιν Βοιωτοὶ καὶ ἀνεῖλον τῶν πολεμίων ὑπὲρ τοὺς πεντακοσίους, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν τετρακοσίων.
37.6
ὀλίγαις δʼ ὕστερον ἡμέραις γενομένης μάχης περὶ Κορώνειαν ἐνίκησαν οἱ Βοιωτοὶ καὶ πεντήκοντα μὲν ἀνεῖλον τῶν Φωκέων, ἑκατὸν δὲ καὶ τριάκοντα ἐζώγρησαν. ἡμεῖς δὲ τὰ περὶ Βοιωτοὺς καὶ Φωκεῖς διεληλυθότες ἐπάνιμεν ἐπὶ τὸν Φίλιππον.
38.1
οὗτος γὰρ νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήν τʼ ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς καὶ τἄλλα τὰ κατὰ τὴν Θετταλίαν καταστήσας προῆγεν ἐπὶ τὰς Πύλας πολεμήσων τοῖς Φωκεῦσι.
38.2
κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ.
38.3
Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην Νάρυκα διὰ προδοσίας νυκτὸς παραλαβὼν πάλιν ἐξέπεσε καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν διακοσίων.