Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

39.8 Φάλαικος δὲ περὶ τὴν Βοιωτίαν διατρίβων Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως. ἔπειθʼ οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν· ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ λαφύρων πλῆθος ἀθροίσαντες ἐπανῆλθον εἰς τὴν Βοιωτίαν.
40.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεέλλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Τίτον Κοΐντιον. ἐπὶ δὲ τούτων Θηβαῖοι κάμνοντες τῷ πρὸς Φωκεῖς πολέμῳ καὶ χρημάτων ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν τῶν Περσῶν βασιλέα, παρακαλοῦντες εἰσευπορῆσαι τῇ πόλει χρήματα·
40.2 ὁ δʼ Ἀρταξέρξης προθύμως ὑπακούσας ἔδωκεν αὐτοῖς δωρεὰν ἀργυρίου τάλαντα τριακόσια. τοῖς δὲ Βοιωτοῖς καὶ τοῖς Φωκεῦσιν ἀκροβολισμοὶ μὲν καὶ χώρας καταδρομαὶ συνέστησαν, πράξεις δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἄξιαι μνήμης οὐ συνετελέσθησαν.
40.3 κατὰ δὲ τὴν Ἀσίαν ὁ βασιλεὺς τῶν Περσῶν ἐν μὲν τοῖς ἐπάνω χρόνοις στρατεύσας ἐπʼ Αἴγυπτον πολλοῖς πλήθεσι στρατιωτῶν ἀπέτυχε, κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς πάλιν ἐπολέμησε τοῖς Αἰγυπτίοις καὶ πράξεις ἀξιολόγους κατεργασάμενος διὰ τῆς ἰδίας ἐνεργείας τὴν Αἴγυπτον ἀνεκτήσατο καὶ Φοινίκην καὶ Κύπρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi