Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

40.4 ἵνα δὲ σαφῆ τὴν περὶ τούτων ἱστορίαν ποιήσωμεν, τὰς αἰτίας τοῦ πολέμου προεκθησόμεθα μικρὸν ἀναλαβόντες τοὺς οἰκείους χρόνους. τῶν γὰρ Αἰγυπτίων ἀπὸ Περσῶν ἀποστάντων κατὰ τοὺς ἀνωτέρω χρόνους Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος αὐτὸς μὲν οὐκ ὢν φιλοπόλεμος ἐφʼ ἡσυχίας ἔμενεν, ἀποστέλλων δὲ δυνάμεις καὶ στρατηγοὺς πολλάκις ἀπετύγχανε διὰ τὴν κακίαν καὶ ἀπειρίαν τῶν ἡγεμόνων.
40.5 διὸ καὶ καταφρονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων ἠναγκάζετο καρτερεῖν διά τε τὴν ἀργίαν καὶ τὸ τῆς ψυχῆς εἰρηνικόν. κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Φοινίκων καὶ τῶν ἐν Κύπρῳ βασιλέων μιμησαμένων τοὺς Αἰγυπτίους καὶ διὰ τὴν καταφρόνησιν ἐπὶ τὴν ἀπόστασιν ὁρμησάντων παροξυνθεὶς ἔκρινε πολεμεῖν τοὺς ἀφεστηκότας.
40.6 τὸ μὲν οὖν στρατηγοὺς ἐκπέμπειν ἀπεδοκίμασε, διʼ ἑαυτοῦ δὲ τοὺς ὑπὲρ τῆς βασιλείας ἀγῶνας ποιήσασθαι διέγνω. διόπερ ὅπλων καὶ βελῶν καὶ σίτου καὶ δυνάμεων μεγάλας παρασκευὰς ποιησάμενος ἤθροισε πεζῶν μὲν τριάκοντα μυριάδας, ἱππέων δὲ τρεῖς, τριήρεις δὲ τριακοσίας, φορτηγοὺς δὲ καὶ τὰς ἄλλας τὰς τὴν ἀγορὰν κομιζούσας πεντακοσίας.
41.1 ἤρξατο δὲ καὶ πρὸς Φοίνικας πολεμεῖν διὰ τοιαύτας τινὰς αἰτίας. κατὰ τὴν Φοινίκην ἐστὶ πόλις ἀξιόλογος ὀνόματι Τρίπολις, οἰκείαν ἔχουσα τῇ φύσει τὴν προσηγορίαν· τρεῖς γάρ εἰσιν ἐν αὐτῇ πόλεις σταδιαῖον ἀπʼ ἀλλήλων ἔχουσαι διάστημα· ἐπικαλεῖται δὲ τούτων ἡ μὲν Ἀραδίων, ἡ δὲ Σιδωνίων, ἡ δὲ Τυρίων. ἀξίωμα δʼ ἔχει μέγιστον αὕτη τῶν κατὰ τὴν Φοινίκην πόλεων, ἐν ᾗ συνέβαινεν τοὺς Φοίνικας συνέδριον ἔχειν καὶ βουλεύεσθαι περὶ τῶν μεγίστων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi