Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

45.2 ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ἑκατὸν παρέδωκε τῷ Ἀρταξέρξῃ. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ἑκατὸν ὡς αἰτίους ὄντας τῆς ἀποστάσεως κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθʼ ἱκετηριῶν ἀπαντησάντων ἀνεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν εἰ δύναται τὴν πόλιν αὐτῷ παραδοῦναι· σφόδρα γὰρ ἔσπευδε μὴ διʼ ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις.
45.3 τοῦ δὲ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν ὁ βασιλεύς, φυλάττων τὴν ὀργὴν ἀπαραίτητον, ἅπαντας τοὺς πεντακοσίους ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν. εἶθʼ ὁ μὲν Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόν τε καὶ τὸν βασιλέα.
45.4 ἡ μὲν οὖν Σιδὼν διὰ τοιαύτης προδοσίας ὑποχείριος ἐγένετο τοῖς Πέρσαις. ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν Τέννην μηκέτι χρήσιμον ὑπάρχειν ἀνεῖλεν. οἱ δὲ Σιδώνιοι πρὸ μὲν τῆς παρουσίας τοῦ βασιλέως ἐνέπρησαν ἁπάσας τὰς ναῦς, ὅπως μηδεὶς δύνηται τῶν κατὰ τὴν πόλιν ἐκπλεύσας ἰδίᾳ σωτηρίαν πορίζεσθαι· ἐπειδὴ δὲ τὴν πόλιν ἑώρων καὶ τὰ τείχη κατειλημμένα καὶ πολλαῖς μυριάσι στρατιωτῶν περιεχόμενα, συγκλείσαντες ἑαυτοὺς καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς τὰς οἰκίας ἐνέπρησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi