Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

48.7 ὑπολαβὼν δὲ τοὺς πολεμίους μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτὴν ἥξειν τὴν Μέμφιν ἔκρινε ταύτης μάλιστα προνοήσασθαι. οὗτος μὲν οὖν μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς ἐπανελθὼν εἰς Μέμφιν τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
49.1 ὁ δὲ τῆς πρώτης μερίδος ἀφηγούμενος Λακράτης ὁ Θηβαῖος ἐπὶ τὴν τοῦ Πηλουσίου πολιορκίαν ὥρμησεν· ἀποστρέψας δὲ τῆς διώρυγος τὸ ῥεῦμα πρὸς ἕτερα μέρη καὶ τὸν ἀναξηρανθέντα τόπον χώσας μηχανὰς προσήγαγε τῇ πόλει. ἐπὶ πολὺ δὲ μέρος πεσόντων τῶν τειχῶν οἱ τὸ Πηλούσιον φρουροῦντες ὀξέως ἀντῳκοδόμησαν ἕτερα καὶ πύργους ξυλίνους ἀξιολόγους ἀνέστησαν.
49.2 ἐπὶ δέ τινας ἡμέρας συνεχοῦς γινομένης τῆς τειχομαχίας τὸ μὲν πρῶτον οἱ κατὰ τὸ Πηλούσιον Ἕλληνες ἐρρωμένως ἠμύνοντο τοὺς πολιορκοῦντας· ὡς δʼ ἐπύθοντο τὴν τοῦ βασιλέως ἀναχώρησιν εἰς Μέμφινκαταπλαγέντες περὶ διαλύσεων ἐπρεσβεύοντο.
49.3 τοῦ δὲ Λακράτους δόντος αὐτοῖς διὰ τῶν ὅρκων πίστεις ὅτι παραδόντων αὐτῶν τὸ Πηλούσιον ἀποκομισθήσονται πάντες εἰς τὴν Ἑλλάδα μεθʼ ὧν ἂν ἐξενέγκωσι, παρέδωκαν τὸ φρούριον.
49.4 μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρταξέρξης ἀπέστειλε Βαγώαν μετὰ στρατιωτῶν βαρβάρων παραληψόμενον τὸ Πηλούσιον· οἱ δὲ στρατιῶται παριόντες εἰς τὸ χωρίον τῶν ἐξιόντων Ἑλλήνων ἀφῃροῦντο πολλὰ τῶν ὑπʼ αὐτῶν ἐκκομιζομένων.
49.5 ἀγανακτούντων δὲ τῶν ἀδικουμένων καὶ θεοὺς τοὺς ἐπόπτας τῶν ὅρκων ἐπιβοωμένων παροξυνθεὶς ὁ Λακράτης τροπὴν ἐποίησε τῶν βαρβάρων καί τινας καταβαλὼν ἐπεκούρησε τοῖς παρασπονδουμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi