Kitap 20
50.7
διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρʼ Ἀρταξέρξῃ· ὁ μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν·
50.8
ὁ δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
51.1
τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθʼ ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις. ἐν δὲ τῇ Μέμφει διατρίβων ὁ βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους. ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν.
51.2
Ἀρταξέρξης δὲ παραλαβὼν πᾶσαν τὴν Αἴγυπτον καὶ τῶν ἀξιολογωτάτων πόλεων τὰ τείχη περιελὼν τὰ μὲν ἱερὰ συλήσας ἤθροισεν ἀργύρου τε καὶ χρυσοῦ πλῆθος, ἀπήνεγκε δὲ καὶ τὰς ἐκ τῶν ἀρχαίων ἱερῶν ἀναγραφάς, ἃς ὕστερον Βαγώας πολλῶν χρημάτων ἀπελύτρωσε τοῖς ἱερεῦσι τῶν Αἰγυπτίων.