Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

75.4 οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον.
76.1 συνεβάλλετο δὲ τοῖς πολιορκουμένοις ἡ φύσις τῆς πόλεως πολλὰ πρὸς τὴν ὑπὲρ τῶν ὅλων νίκην. ἡ γὰρ Πέρινθος κεῖται μὲν παρὰ θάλατταν ἐπί τινος αὐχένος ὑψηλοῦ χερρονήσου σταδιαῖον ἐχούσης τὸν αὐχένα, τὰς δʼ οἰκίας ἔχει πεπυκνωμένας καὶ τοῖς ὕψεσι διαφερούσας.
76.2 αὗται δὲ ταῖς οἰκοδομαῖς αἰεὶ κατὰ τὴν εἰς τὸν λόφον ἀνάβασιν ἀλλήλων ὑπερέχουσι καὶ τὸ σχῆμα τῆς ὅλης πόλεως θεατροειδὲς ἀποτελοῦσι. διόπερ τῶν τειχῶν συνεχῶς καταβαλλομένων οὐδὲν ἠλαττοῦντο· διοικοδομοῦντες γὰρ τοὺς στενωποὺς ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο.
76.3 διόπερ ὁ Φίλιππος μετὰ πολλῶν πόνων καὶ κινδύνων τοῦ τείχους κρατήσας ἰσχυρότερον εὕρισκε τὸ τεῖχος τὸ διὰ τῶν οἰκιῶν αὐτομάτως ἡτοιμασμένον. πρὸς δὲ τούτοις ἐκ τοῦ Βυζαντίου πάντων τῶν πρὸς τὸν πόλεμον χρησίμων ἑτοίμως χορηγουμένων ἐμέρισε τὰς δυνάμεις εἰς δύο μέρη καὶ τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἀπέλιπεν ἐπὶ τῆς πολιορκίας, ἐπιστήσας αὐτοῖς τοὺς ἀρίστους ἡγεμόνας, τοὺς δʼ ἄλλους παραλαβὼν αὐτὸς προσέπεσεν ἄφνω τῷ Βυζαντίῳ καὶ πολιορκίαν ἰσχυρὰν συνεστήσατο.
76.4 οἱ δὲ Βυζάντιοι τῶν τε στρατιωτῶν καὶ τῶν βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων παρὰ τοῖς Περινθίοις ὄντων εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν. καὶ τὰ μὲν περὶ Περινθίους καὶ Βυζαντίους ἐν τούτοις ἦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi