Kitap 20
84.2
διόπερ ἄφνω καταλαβόμενος Ἐλάτειαν πόλιν καὶ τὰς δυνάμεις εἰς ταύτην ἀθροίσας διέγνω πολεμεῖν τοῖς Ἀθηναίοις. ἀπαρασκεύων δʼ ὄντων αὐτῶν διὰ τὴν συντεθειμένην εἰρήνην ἤλπιζε ῥᾳδίως περιποιήσεσθαι τὴν νίκην· ὅπερ καὶ συνετελέσθη. καταληφθείσης γὰρ τῆς Ἐλατείας ἧκόν τινες νυκτὸς ἀπαγγέλλοντες τὴν κατάληψιν τῆς πόλεως καὶ διότι ταχέως ἥξει Φίλιππος μετὰ τῆς δυνάμεως εἰς τὴν Ἀττικήν.
84.3
οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων διὰ τὸ παράδοξον τῆς πράξεως καταπλαγέντες τούς τε σαλπικτὰς μετεπέμποντο καὶ σημαίνειν προσέταττον διʼ ὅλης τῆς νυκτός. τῆς δὲ φήμης εἰς πᾶσαν οἰκίαν διαδοθείσης ἡ μὲν πόλις ὀρθὴ διὰ τὸν φόβον ἦν, ὁ δὲ δῆμος ἅπας ἅμʼ ἡμέρᾳ συνέδραμεν εἰς τὸ θέατρον πρὸ τοῦ συγκαλέσαι τοὺς ἄρχοντας ὡς ἦν ἔθος.
84.4
ὡς δʼ ἧκον οἱ στρατηγοὶ καὶ τὸν μηνύσαντα παρῆγον κἀκεῖνος εἶπεν, σιωπὴ μὲν καὶ φόβος κατεῖχε τὸ θέατρον καὶ τῶν εἰωθότων δημηγορεῖν οὐδεὶς ἐτόλμα συμβουλεῦσαι· πλεονάκις δὲ τοῦ κήρυκος καλέσαντος τοὺς ἐροῦντας ὑπὲρ τῆς κοινῆς σωτηρίας οὐδεὶς παρῄει σύμβουλος.