Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

84.5 ἀπορίας οὖν μεγάλης οὔσης καὶ καταπλήξεως ἀπέβλεπε τὸ πλῆθος ἐπὶ τὸν Δημοσθένην. ὁ δʼ καταβὰς καὶ τὸν δῆμον παρακαλέσας θαρρεῖν ἀπεφαίνετο δεῖν παραχρῆμα πρέσβεις ἀποστέλλειν εἰς τὰς Θήβας καὶ παρακαλεῖν τοὺς Βοιωτοὺς κοινῇ τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα τίθεσθαι· πρὸς γὰρ τοὺς ἄλλους συμμάχους ὁ καιρὸς οὐ συνεχώρει πέμπειν πρεσβείας περὶ τῆς συμμαχίας. ἐν ἡμέραις γὰρ δυσὶ προσδόκιμος ἦν ὁ βασιλεὺς ἥξειν εἰς τὴν Ἀττικὴν καὶ τῆς ὁδοιπορίας οὔσης διὰ τῆς Βοιωτίας ἡ παρὰ τῶν Βοιωτῶν συμμαχία μόνη κατελείπετο, φανεροῦ γʼ ὄντος ὅτι Φίλιππος, φίλος ὢν καὶ σύμμαχος Βοιωτοῖς, τούτους ἐν παρόδῳ πειράσεται παραλαβεῖν εἰς τὸν κατʼ Ἀθηναίων πόλεμον.
85.1 τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος ὁ μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν· ὁ δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν. τέλος δʼ ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. ὁ δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν.
85.2 εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν. τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας· οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi