Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

arg. Βήσσου τοῦ ἀνελόντος Δαρεῖον θάνατος.
arg. ὡς Ἀλέξανδρος διὰ τῆς ἀνύδρου πορευθεὶς πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν.
arg. ὡς τοὺς Βραγχίδας τὸ παλαιὸν ὑπὸ Περσῶν μετοικισθέντας εἰς τὰ ἔσχατα τῆς βασιλείας ὡς προδότας τῶν Ἑλλήνων ἀνεῖλεν Ἀλέξανδρος.
arg. ὡς ὁ βασιλεὺς ἐπὶ Σογδιανοὺς καὶ Σκύθας ἐστράτευσεν.
arg. ὡς οἱ πρωτεύοντες Σογδιανῶν ἀπαγόμενοι πρὸς τὸν θάνατον παραδόξως ἐσώθησαν.
arg. ὡς Ἀλέξανδρος ἀποστάντας τοὺς Σογδιανοὺς κατεπολέμησε καὶ κατέσφαξεν αὐτῶν πλείους τῶν δώδεκα μυριάδων.
arg. ὡς Βακτριανοὺς ἐκόλασε καὶ Σογδιανοὺς τὸ δεύτερον ἐχειρώσατο καὶ πόλεις ἔκτισεν εὐκαίρως πρὸς τὰς τῶν ἀφισταμένων κολάσεις.
arg. ἀπόστασις τρίτη Σογδιανῶν καὶ ἅλωσις τῶν εἰς τὴν Πέτραν καταφυγόντων.
arg. περὶ τοῦ ἐν Βασίστοις κυνηγίου καὶ τοῦ πλήθους τῶν ἐν αὐτῷ θηρίων.
arg. περὶ τῆς εἰς τὸν Διόνυσον ἁμαρτίας καὶ τῆς παρὰ τὸν πότον ἀναιρέσεως Κλείτου.
arg. περὶ τῆς Καλλισθένους τελευτῆς.
arg. στρατεία τοῦ βασιλέως εἰς τοὺς καλουμένους Ναύτακας καὶ φθορὰ τῆς δυνάμεως ὑπὸ πολλῆς χιόνος.
arg. ὡς Ἀλέξανδρος ἐρασθεὶς Ῥωξάνης τῆς Ὀξυάρτου ἔγημεν αὐτὴν καὶ τῶν φίλων πολλοὺς ἔπεισε γῆμαι τὰς τῶν ἐπισήμων βαρβάρων θυγατέρας.
arg. παρασκευὴ τῆς ἐπὶ Ἰνδοὺς στρατείας.
arg. ἐμβολὴ εἰς τὴν Ἰνδικὴν καὶ ἀναίρεσις ἄρδην τοῦ πρώτου ἔθνους πρὸς κατάπληξιν τῶν ἄλλων.
arg. ὡς τὴν Νυσίαν ὀνομαζομένην πόλιν εὐεργέτησε διὰ τὴν ἀπὸ Διονύσου συγγένειαν.
arg. ὡς Μάσσακα πόλιν ὀχυρὰν ἐκπορθήσας τοὺς μισθοφόρους ἅπαντας λαμπρῶς ἀγωνισαμένους κατέκοψεν.
arg. ὡς τὴν Ἄορνον καλουμένην Πέτραν, ἀνάλωτον ἀεὶ γεγενημένην, ἐξεπολιόρκησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi