Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

arg. ὡς διαδρὰς ἐκ τῆς Ἀττικῆς ἀνῃρέθη καὶ τῶν χρημάτων ἑπτακόσια μὲν τάλαντα παρέθετο τοῖς Ἀθηναίοις, τετρακισχίλια δὲ καὶ μισθοφόρους ὀκτακισχιλίους περὶ Ταίναρον τῆς Λακωνικῆς ἀπέλιπεν.
arg. ὡς Ἀλέξανδρος τοὺς γεγηρακότας τῶν Μακεδόνων χρεολυτήσας καὶ καταναλώσας μύρια τάλαντα ἀπέλυσεν εἰς τὰς πατρίδας.
arg. ὡς στασιαζόντων τῶν Μακεδόνων ἐκόλασε τοὺς αἰτίους.
arg. ὡς Πευκέστης ἤγαγε πρὸς Ἀλέξανδρον ἐκ τῶν Περσῶν ἐπιλέξας τοξότας καὶ σφενδονήτας μυρίους.
arg. ὡς τὰς τάξεις ὁ βασιλεὺς ἐποίησεν ἀναμίξας τοῖς Μακεδόσι Πέρσας.
arg. ὡς τοῖς ἐπιγόνοις παισὶ μυρίοις οὖσι τὰς δαπάνας καὶ παιδείας μισθοὺς ἅπασιν ἐχορήγει.
arg. ὡς Λεωσθένης ἤρξατο κινεῖν τὸν πρὸς Μακεδόνας πόλεμον.
arg. ὡς Ἀλέξανδρος ἐπὶ Κοσσαίους ἐστράτευσεν.
arg. ὡς πορευομένου τοῦ βασιλέως εἰς Βαβυλῶνα προεῖπον οἱ Χαλδαῖοι τῷ Ἀλεξάνδρῳ τελευτήσειν αὐτόν, ἐὰν εἰς τὴν Βαβυλῶνα εἰσέλθῃ.
arg. ὡς ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν κατεπλάγη καὶ παρήλλαξε τὴν Βαβυλῶνα, ὕστερον δʼ ὑπὸ τῶν Ἑλληνικῶν φιλοσόφων πεισθεὶς κατήντησεν εἰς τὴν πόλιν.
arg. περὶ τοῦ πλήθους τῶν παραγενομένων πρεσβειῶν.
arg. περὶ τῆς Ἡφαιστίωνος ταφῆς καὶ τοῦ πλήθους τῶν εἰς αὐτὴν δαπανηθέντων χρημάτων.
arg. περὶ τῶν σημείων τῶν γεγενημένων Ἀλεξάνδρῳ καὶ τῆς τελευτῆς αὐτοῦ.
1.1 ἡ μὲν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως ἑξκαιδεκάτη, τὴν ἀρχὴν ἔσχεν ἀπὸ τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας· περιελήφθησαν δʼ ἐν αὐτῇ πράξεις αἱ μὲν τοῦ Φιλίππου πᾶσαι μέχρι τῆς τελευτῆς, αἱ δὲ τῶν ἄλλων βασιλέων τε καὶ ἐθνῶν καὶ πόλεων ὅσαι γεγόνασι κατὰ τοὺς τῆς βασιλείας ταύτης χρόνους, ὄντας ἐτῶν εἴκοσι καὶ τεσσάρων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi