Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

9.1 ἐπεὶ δʼ ὁ βασιλεὺς ἀνελπίστως ἐκ τῆς Θρᾴκης ἧκε μετὰ πάσης τῆς δυνάμεως, αἱ μὲν συμμαχίαι τοῖς Θηβαίοις δισταζομένην εἶχον τὴν παρουσίαν, ἡ δὲ τῶν πολεμίων δύναμις ὁμολογουμένην καὶ φανερὰν ἐποιεῖτο τὴν ὑπεροχήν. τότε δὲ συνεδρεύσαντες οἱ ἡγεμόνες προεβουλεύσαντο περὶ τοῦ πολέμου καὶ πᾶσιν ἔδοξεν ὑπὲρ τῆς αὐτονομίας διαγωνίζεσθαι. τοῦ δὲ πλήθους ἐπικυρώσαντος τὴν γνώμην ἅπαντες μετὰ πολλῆς προθυμίας εἶχον ἑτοίμως διακινδυνεύειν.
9.2 ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἡσυχίαν ἦγε, διδοὺς μετανοίας χρόνον εἰς τὸ βουλεύσασθαι καὶ νομίζων μὴ τολμήσειν μίαν πόλιν πρὸς τηλικαύτην δύναμιν παρατάξασθαι.
9.3 εἶχε γὰρ ὁ Ἀλέξανδρος κατὰ τοῦτον τὸν καιρὸν πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων, πάντας δʼ ἐνηθληκότας τοῖς πολεμικοῖς κινδύνοις καὶ συνεστρατευμένους Φιλίππῳ καὶ σχεδὸν ἐν πάσαις ταῖς μάχαις ἀηττήτους γεγονότας· ὧν δὴ ταῖς ἀρεταῖς καὶ προθυμίαις πεποιθὼς Ἀλέξανδρος ἐπεβάλετο καταλῦσαι τὴν τῶν Περσῶν ἡγεμονίαν.
9.4 εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν· ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας πόλεμον· νῦν δὲ δόξας ὑπὸ τῶν Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν καὶ τῷ φόβῳ τούτῳ τὰς ὁρμὰς τῶν ἀφίστασθαι τολμώντων ἀποτρέψαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi