Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

4.5 ἀπορούμενος δὲ χρημάτων τά τε τῶν ὀρφανῶν παρὰ τῶν ἐπιτροπευόντων εἰσεπράξατο, φάσκων πολὺ βέλτιον ἐκείνων ἐπιτροπεύσειν καὶ τοῖς παισὶν εἰς ἡλικίαν ἐλθοῦσι πιστότερον ἀποδώσειν, ἐδανείσατο δὲ καὶ παρὰ τῶν ἐμπόρων καί τινα τῶν ἐν τοῖς ἱεροῖς ἀναθημάτων ἔλαβεν καὶ τῶν γυναικῶν τὸν κόσμον περιείλετο.
4.6 ἔπειθʼ ὁρῶν καὶ τῶν εὐπορωτάτων τοὺς πλείστους δυσχεραίνοντας τοῖς πραττομένοις καὶ πρὸς αὐτὸν ἀλλοτριώτατα διακειμένους συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περί τε τῆς προγεγενημένης συμφορᾶς καὶ τῶν προσδοκωμένων δεινῶν κατοδυρόμενος αὐτὸς μὲν ῥᾳδίως ὑπομένειν ἔφησε τὴν πολιορκίαν, συνήθης ὢν πάσῃ κακοπαθείᾳ, ἐλεεῖν δὲ τοὺς πολίτας, εἰ συγκλεισθέντες ἀναγκασθήσονται πολιορκίαν ὑπομένειν.
4.7 διεκελεύετο οὖν σώζειν ἑαυτοὺς μετὰ τῶν ἰδίων κτήσεων τοὺς μὴ βουλομένους ὑπομένειν ὅ,τι ποτʼ ἂν δοκῇ τῇ τύχῃ πάσχειν. ἐξορμησάντων δʼ ἐκ τῆς πόλεως τῶν μάλιστʼ εὐπόρων καὶ μισούντων τὸν δυνάστην τούτους μὲν ἐπαποστείλας τινὰς τῶν μισθοφόρων ἀνεῖλε καὶ τὰς οὐσίας εἰς αὑτὸν ἀνέλαβε,
4.8 διὰ δὲ μιᾶς ἀνοσίου πράξεως χρημάτων εὐπορήσας καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς καθαρὰν ποιήσας τὴν πόλιν ἠλευθέρωσε τῶν οἰκετῶν τοὺς εὐθέτους εἰς στρατείαν.
5.1 ὡς δʼ εὐτρεπῆ πάντʼ ἦν, πληρώσας ἑξήκοντα ναῦς ἐπετήρει καιρὸν οἰκεῖον πρὸς τὸν ἔκπλουν. ἀγνοουμένης δὲ τῆς ἐπινοίας αὐτοῦ τινὲς μὲν εἰς τὴν Ἰταλίαν ὑπελάμβανον αὐτὸν στρατεύειν, τινὲς δὲ πορθήσειν τῆς Σικελίας τὴν ὑπὸ Καρχηδονίους, πάντες δὲ ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν καὶ τοῦ δυνάστου τὴν μανίαν κατεγίνωσκον.
5.2 ἐφορμούντων δὲ τῶν πολεμίων πολλαπλασίαις τριήρεσι τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἠνάγκάζε συνέχειν ἑαυτοὺς ἐν ταῖς ναυσὶ τοὺς στρατιώτας, οὐ δυναμένους ἐκπλεῦσαι· ἔπειτα δὲ σιτηγῶν πλοίων τῇ πόλει προσθεόντων οἱ μὲν Καρχηδόνιοι παντὶ τῷ στόλῳ πρὸς τὰς ναῦς ἀνήχθησαν, ὁ δʼ Ἀγαθοκλῆς ἀπελπίζων ἤδη τὴν ἐπιβολήν, ὡς ἴδεν τὸ στόμα τοῦ λιμένος ἔρημον τῶν ἐφορμούντων, ἐξέπλευσεν ὀξείαις ταῖς εἰρεσίαις χρώμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi