Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

19.6 τῶν δʼ ἱππέων παρʼ ἀμφοτέροις προθύμως εἰς τὸν κίνδυνον συμπεσόντων τὸ μὲν εὐώνυμον μέρος ἐπέχοντες οἱ τῶν Θετταλῶν ἱππεῖς Παρμενίωνος ἡγουμένου τεθαρρηκότως ἐδέχοντο τὴν ἐπιφορὰν τῶν καθʼ αὑτοὺς τεταγμένων, Ἀλέξανδρος δὲ τοὺς ἀρίστους τῶν ἱππέων κατὰ τὸ δεξιὸν κέρας ἔχων μεθʼ αὑτοῦ πρῶτος ἐφίππευσε τοῖς Πέρσαις καὶ συμπλακεὶς τοῖς πολεμίοις πολὺν ἐποιεῖτο φόνον.
20.1 τῶν δὲ βαρβάρων εὐρώστως ἀγωνιζομένων καὶ τοὺς ἑαυτῶν θυμοὺς ταῖς τῶν Μακεδόνων ἀρεταῖς ἀντιταττόντων ἡ τύχη συνήγαγεν εἰς ἕνα τόπον τοὺς ἀρίστους εἰς τὴν ὑπὲρ τῆς νίκης κρίσιν.
20.2 ὁ γὰρ τῆς Ἰωνίας σατράπης Σπιθροβάτης, γένει μὲν ὢν Πέρσης, Δαρείου δὲ τοῦ βασιλέως γαμβρός, ἀνδρείᾳ δὲ διαφέρων, μετὰ μεγάλης δυνάμεως ἱππέων ἐπέρραξε τοῖς Μακεδόσιν, ἔχων δὲ συναγωνιστὰς τεταγμένους τεσσαράκοντα συγγενεῖς ἀρεταῖς διαφόρους ἐνέκειτο τοῖς ἀνθεστηκόσι καὶ θρασέως ἀγωνιζόμενος οὓς μὲν ἀνῄρει τῶν ἀνθισταμένων, οὓς δὲ κατετραυμάτιζε.
20.3 δυσυποστάτου δὲ τῆς περὶ αὐτὸν οὔσης βίας ὁ Ἀλέξανδρος ἐπιστρέψας τὸν ἵππον ἐπὶ τὸν σατράπην ἐφίππευσε τῷ βαρβάρῳ. ὁ δὲ Πέρσης νομίσας παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν τῆς μονομαχίας καιρόν, εἰ συμβήσεται διὰ τῆς ἰδίας ἀνδραγαθίας ἐλευθερωθῆναι τῶν μεγίστων φόβων τὴν Ἀσίαν καὶ τὴν περιβόητον Ἀλεξάνδρου τόλμαν ταῖς ἰδίαις χερσὶ καταλυθῆναι καὶ τὴν τῶν Περσῶν δόξαν μὴ καταισχυνθῆναι φθάνει βαλὼν τὸ σαυνίον ἐπὶ τὸν Ἀλέξανδρον καὶ οὕτω μετὰ σφοδρᾶς εἰσπεσὼν ῥύμης καὶ βιαίως τὸ δόρυ ὠσάμενος διαρρήξας τε τήν τε ἀσπίδα Ἀλεξάνδρου καὶ τὴν δεξιὰν ἐπωμίδα διήλασε διὰ τοῦ θώρακος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi