Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

27.6 ὁ δʼ Ἀλέξανδρος ἅμʼ ἡμέρᾳ γνοὺς τὸ γεγενημένον τὴν μὲν πόλιν κατέσκαψε, τῇ δʼ ἀκροπόλει περιέθηκε τεῖχος καὶ τάφρον ἀξιόλογον· αὐτὸς δὲ μέρος τῆς δυνάμεως μετὰ στρατηγῶν ἐξέπεμψεν εἰς τὴν μεσόγειον, προστάξας τὰ συνεχῆ τῶν ἐθνῶν χειροῦσθαι. οὗτοι μὲν οὖν ἐνεργῶς πολεμήσαντες, πᾶσαν τὴν χώραν μέχρι τῆς μεγάλης Φρυγίας καταστρεψάμενοι, διέθρεψαν τοὺς στρατιώτας ἐκ τῆς πολεμίας·
27.7 ὁ δʼ Ἀλέξανδρος τὴν παραθαλαττίαν πᾶσαν μέχρι Κιλικίας χειρωσάμενος πολλὰς πόλεις κατεκτήσατο καὶ φρούρια καρτερὰ φιλοτιμότερον πολιορκήσας τῇ βίᾳ κατεπόνησεν, ἐν οἷς ἑνὸς παραδόξως ἐκράτησε, περὶ οὗ διὰ τὴν ἰδιότητα τῆς περιπετείας οὐκ ἄξιον παραλιπεῖν.
28.1 τῆς γὰρ Λυκίας περὶ τὰς ἐσχατιὰς πέτραν μεγάλην ὀχυρότητι διαφέρουσαν ᾤκουν οἱ Μαρμαρεῖς ὀνομαζόμενοι, οἵτινες παριόντος Ἀλεξάνδρου τὸ χωρίον ἐπέθεντο τοῖς κατὰ τὴν οὐραγίαν Μακεδόσι καὶ συχνοὺς ἀνελόντες πολλὰ τῶν σωμάτων καὶ τῶν ὑποζυγίων ἀφήρπασαν.
28.2 ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς συνεστήσατο πολιορκίαν καὶ πᾶσαν εἰσεφέρετο σπουδὴν βίᾳ κρατῆσαι τοῦ χωρίου. οἱ δὲ Μαρμαρεῖς ἀνδρείᾳ διαφέροντες καὶ τῇ τῶν τόπων ἐρυμνότητι πιστεύοντες ὑπέμενον εὐρώστως τὴν πολιορκίαν. ἐπὶ μὲν οὖν ἡμέρας δύο συνεχεῖς ἐγίνοντο προσβολαὶ καὶ φανερὸς ἦν ὁ βασιλεὺς οὐκ ἀποστησόμενος ἕως ἂν ἕλῃ τὴν πέτραν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi