Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

29.2 ὁ δὲ μισθοφόρων πλῆθος ἀθροίσας καὶ τριακοσίας ναῦς πληρώσας ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. Χῖον μὲν οὖν προσηγάγετο· πλεύσας δʼ ἐπὶ Λέσβον Ἄντισσαν μὲν καὶ Μήθυμναν καὶ Πύρραν καὶ Ἐρεσσὸν ῥᾳδίως ἐχειρώσατο, τὴν δὲ Μιτυλήνην μεγάλην οὖσαν καὶ παρασκευαῖς μεγάλαις καὶ πλήθει τῶν ἀμυνομένων ἀνδρῶν κεχορηγημένην πολλὰς ἡμέρας πολιορκήσας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλὼν μόγις εἷλε κατὰ κράτος.
29.3 εὐθὺ δὲ τῆς περὶ τὸν στρατηγὸν ἐνεργείας διαβοηθείσης αἱ πλείους τῶν Κυκλάδων νήσων διεπρεσβεύοντο. προσπεσούσης δὲ φήμης εἰς τὴν Ἑλλάδα διότι Μέμνων μετὰ τοῦ στόλου μέλλει πλεῖν ἐπʼ Εὐβοίας αἱ μὲν κατὰ τὴν νῆσον ταύτην πόλεις περίφοβοι καθειστήκεισαν, οἱ δὲ τὰ τῶν Περσῶν αἱρούμενοι τῶν Ἑλλήνων, ἐν οἷς ὑπῆρχον καὶ Σπαρτιᾶται, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο πρὸς καινοτομίαν.
29.4 ὁ δὲ Μέμνων χρήμασι διαφθείρων πολλοὺς τῶν Ἑλλήνων ἔπεισε κοινωνεῖν τῶν Περσικῶν ἐλπίδων. οὐ μὴν ἡ τύχη γʼ εἴασεν ἐπὶ πλέον προελθεῖν τὴν τἀνδρὸς ἀρετήν· ὁ γὰρ Μέμνων περιπεσὼν ἀρρωστίᾳ καὶ πάθει παραβόλῳ συσχεθεὶς μετήλλαξε καὶ τῇ τούτου τελευτῇ συνετρίβη καὶ τὰ τοῦ Δαρείου πράγματα.
30.1 προσεδόκησε μὲν γὰρ ὁ βασιλεὺς μεταθήσεσθαι αὐτὸν τὸν πάντα πόλεμον ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην· ὡς δʼ ἤκουσε τὴν Μέμνονος τελευτήν, συνήγαγε τῶν φίλων συνέδριον καὶ προέθηκε βουλὴν πότερον δεῖ στρατηγοὺς καὶ στρατιὰν καταπέμπειν ἐπὶ θάλατταν ἢ τὸν βασιλέα μετὰ πάσης τῆς δυνάμεως καταβάντα διαγωνίζεσθαι τοῖς Μακεδόσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi