Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

30.6 ὁ δὲ βασιλεὺς ἀνέντος τοῦ θυμοῦ τὴν ψυχὴν εὐθὺς μετενόησε καὶ κατεμέμψατο ἑαυτὸν ὡς τὰ μέγιστα ἡμαρτηκότα. ἀλλʼ οὐ γὰρ ἦν δυνατὸν τὸ γεγονὸς διὰ τῆς βασιλικῆς ἐξουσίας ἀγένητον κατασκευάσαι.
30.7 διόπερ ὀνειροπολούμενος ταῖς Μακεδόνων ἀρεταῖς καὶ τὴν ἐνέργειαν τὴν Ἀλεξάνδρου πρὸ ὀφθαλμῶν λαμβάνων ἐζήτει στρατηγὸν ἀξιόχρεων τὸν διαδεξόμενον τὴν τοῦ Μέμνονος ἡγεμονίαν· οὐ δυνάμενος δʼ εὑρεῖν αὐτὸς ἠναγκάζετο καταβαίνειν εἰς τὸν ὑπὲρ τῆς βασιλείας κίνδυνον.
31.1 εὐθὺς οὖν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις καὶ προσέταξεν ἀπαντᾶν εἰς Βαβυλῶνα καὶ τῶν φίλων καὶ τῶν συγγενῶν ἐπελέγετο τοὺς εὐθέτους, ὧν τοῖς μὲν τὰς ἁρμοζούσας ἡγεμονίας κατεμέριζε, τοὺς δὲ μεθʼ αὑτοῦ κινδυνεύειν προσέταττεν.
31.2 ὡς δʼ ὁ τῆς στρατείας ἀφωρισμένος χρόνος προσεγένετο, κατήντησαν ἅπαντες εἰς τὴν Βαβυλῶνα. ὁ δʼ ἀριθμὸς ἦν τῶν στρατιωτῶν πεζοὶ μὲν πλείους τῶν τετταράκοντα μυριάδων, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν δέκα μυριάδων. Δαρεῖος μὲν οὖν μετὰ τοσαύτης δυνάμεως ἀναζεύξας ἐκ Βαβυλῶνος προῆγεν ἐπὶ Κιλικίας, ἔχων μεθʼ ἑαυτοῦ τήν τε γυναῖκα καὶ τὰ τέκνα, υἱὸν καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα·
31.3 Ἀλέξανδρος δὲ πρὸ μὲν τῆς Μέμνονος τελευτῆς πυνθανόμενος Χῖον καὶ τὰς ἐν Λέσβῳ πόλεις κεχειρῶσθαι, τὴν δὲ Μιτυλήνην κατὰ κράτος ἡλωκυῖαν, πρὸς δὲ τούτοις τὸν Μέμνονα τριακοσίαις τριήρεσι καὶ πεζῇ δυνάμει μέλλοντα στρατεύειν ἐπὶ Μακεδονίαν, τῶν δʼ Ἑλλήνων τοὺς πλείους ἑτοίμους εἶναι πρὸς ἀπόστασιν οὐ μετρίως ἠγωνία,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi