Kitap 20
32.3
Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δʼ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπʼ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος.
32.4
οἱ δʼ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην. ὁ δʼ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο·
33.1
τῶν δὲ κατασκόπων ἀπαγγειλάντων αὐτῷ τριάκοντα σταδίους ἀπέχειν τὸν Δαρεῖον καὶ συντεταγμένῃ τῇ δυνάμει προσιέναι καταπληκτικῶς, ὑπολαβὼν παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν ὥστε μιᾷ παρατάξει νικήσαντα καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοὺς μὲν στρατιώτας τοῖς οἰκείοις λόγοις παρεκάλεσεν ἐπὶ τὸν περὶ τῶν ὅλων ἀγῶνα, τὰ δὲ τάγματα τῶν στρατιωτῶν καὶ τὰς τῶν ἱππέων εἴλας οἰκείως τοῖς ὑποκειμένοις τόποις διατάξας τοὺς μὲν ἱππεῖς ἐπέστησε πρὸ πάσης τῆς στρατιᾶς, τὴν δὲ τῶν πεζῶν φάλαγγα κατόπιν ἐφεδρεύειν προσέταξεν.
33.2
αὐτὸς δὲ προηγούμενος τοῦ δεξιοῦ μέρους ἀπήντα τοῖς πολεμίοις, ἔχων μεθʼ ἑαυτοῦ τοὺς κρατίστους τῶν ἱππέων· τὸ δʼ εὐώνυμον μέρος ἐπεῖχον οἱ τῶν Θετταλῶν ἱππεῖς, πολὺ τῶν ἄλλων διαφέροντες ταῖς τε ἀνδραγαθίαις καὶ ταῖς ἐμπειρίαις.