Kitap 20
34.7
προσήχθη δὲ καὶ τέθριππον ἕτερον ὑπὸ τῶν ὑπηρετῶν τῷ Δαρείῳ καὶ κατὰ τὴν εἰς τοῦτο μετάβασιν ταραχῆς γενομένης ὁ μὲν Δαρεῖος ἐπικειμένων τῶν πολεμίων εἰς ἔκπληξιν καὶ δέος ἐνέπιπτεν, οἱ δὲ Πέρσαι τὸν βασιλέα κατανοήσαντες ταραττόμενον εἰς φυγὴν ὥρμησαν. τὸ δʼ αὐτὸ καὶ τῶν ἐχομένων ἱππέων ποιησάντων ταχὺ πάντες ἐτράπησαν.
34.8
τῆς δὲ φυγῆς οὔσης ἐν τόποις στενοῖς καὶ τραχέσι συμπίπτοντες ἀλλήλους συνεπάτουν καὶ πολλοὶ χωρὶς πολεμίας πληγῆς ἀπέθνησκον. ἔκειντο γὰρ ὁμοῦ σωρευθέντες οἱ μὲν ἄνευ τῶν ὅπλων, οἱ δὲ τηροῦντες τὰς πανοπλίας· τινὲς δὲ γεγυμνωμένα τὰ ξίφη διαφυλάξαντες τοὺς περὶ ταῦτα ἀναπειρομένους ἀνῄρουν· οἱ δὲ πλεῖστοι εἰς τὰ πεδία διεκπεσόντες διὰ τούτων ἀπὸ κράτους ἐλαύνοντες τοὺς ἵππους εἰς τὰς συμμαχίδας πόλεις κατέφευγον.
34.9
ἡ δὲ τῶν Μακεδόνων φάλαγξ καὶ τὸ τῶν Περσῶν πεζὸν στράτευμα βραχὺν χρόνον ἐν τῇ μάχῃ διέμεινεν· προηττημένων γὰρ τῶν ἱππέων οἱονεί τις προαγὼν ἐγεγόνει τῆς ὅλης νίκης. πάντων δὲ τῶν βαρβάρων ταχὺ τραπέντων καὶ τοσούτων μυριάδων ἐν στενοῖς τόποις τὴν φυγὴν ποιουμένων ταχὺ πᾶς ὁ συνεχὴς τόπος νεκρῶν ἐπληρώθη.
35.1
νυκτὸς δʼ ἐπιλαβούσης οἱ μὲν Πέρσαι ῥᾳδίως διεσπάρησαν εἰς πολλοὺς τόπους, οἱ δὲ Μακεδόνες παυσάμενοι τοῦ διωγμοῦ πρὸς ἁρπαγὴν ὥρμησαν καὶ μάλιστα περὶ τὰς βασιλικὰς σκηνὰς διὰ τὸ πλῆθος τῆς πολυτελείας ἠσχολοῦντο.
35.2
διόπερ πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, παμπληθεῖς δὲ καὶ πολυτελεῖς ἐσθῆτες ἐκ τῆς βασιλικῆς γάζης διεφοροῦντο. ὁμοίως δὲ καὶ τῶν τοῦ βασιλέως φίλων καὶ συγγενῶν καὶ τῶν ἄλλων ἡγεμόνων οὐκ ὀλίγος διηρπάγη πλοῦτος.