Kitap 20
35.3
οὐ μόνον γὰρ αἱ τῆς βασιλικῆς οἰκίας, ἀλλὰ καὶ αἱ τῶν συγγενῶν καὶ φίλων γυναῖκες ἐφʼ ἁρμάτων ὀχούμεναι καταχρύσων συνηκολούθουν κατά τι πάτριον ἔθος τῶν Περσῶν·
35.4
ἑκάστη δὲ τούτων διὰ τὴν ὑπερβολὴν τοῦ πλούτου καὶ τῆς τρυφῆς περιήγετο πλῆθος πολυδαπάνου κατασκευῆς καὶ γυναικείου κόσμου. πάθος δʼ ἦν δεινότατον περὶ τὰς αἰχμαλωτιζομένας γυναῖκας.
35.5
αἱ γὰρ πρότερον διὰ τρυφὴν ἐπʼ ἀπήναις πολυτελέσι μόγις κατακομιζόμεναι καὶ γυμνὸν μέρος τοῦ σώματος οὐδὲν φαίνουσαι, τότε μονοχίτωνες καὶ τὰς ἐσθῆτας περιρρήττουσαι μετʼ ὀδυρμῶν ἐκ τῶν σκηνῶν ἐξεπήδων, ἐπιβοώμεναι θεοὺς καὶ προσπίπτουσαι τοῖς τῶν κρατούντων γόνασι.
35.6
περιαιρούμεναι δὲ ταῖς χερσὶ τρεμούσαις τὸν τοῦ σώματος κόσμον καὶ τὰς κόμας ἀνειμέναι διὰ τόπων τραχέων ἔθεον καὶ πρὸς ἀλλήλας συντρέχουσαι βοηθοὺς ἐπεκαλοῦντο τὰς παρʼ ἑτέρων ἐπικουρίας δεομένας.
35.7
ἦγον δʼ αὐτὰς οἱ μὲν ἀπὸ τῆς κόμης ἐπισπώμενοι τὰς ἠτυχηκυίας, οἱ δὲ τὰς ἐσθῆτας περιρηγνύντες καὶ γυμνοῖς τοῖς σώμασιν ἐπιβάλλοντες τὰς χεῖρας καὶ ταῖς στάθμαις τῶν δοράτων τύπτοντες καὶ τὰ τιμιώτατα καὶ περιβόητα τῶν βαρβάρων ταῖς τῆς τύχης δωρεαῖς ὑβρίζοντες.
36.1
οἱ δʼ ἐπιεικέστατοι τῶν Μακεδόνων τὴν μεταβολὴν τῆς τύχης ὁρῶντες συμπαθεῖς ἐγίνοντο καὶ τὰς τῶν ἀκληρούντων συμφορὰς ἠλέουν, αἷς τὰ μὲν προσήκοντα καὶ μεγάλα μακρὰν ἀπήρτητο, τὰ δʼ ἀλλόφυλα καὶ πολέμια παρῆν σύνεγγυς καὶ πρὸς ἀτυχῆ καὶ ἐπονείδιστον αἰχμαλωσίαν παρώρμητο.
36.2
μάλιστα δὲ τοὺς παρόντας εἰς δάκρυα καὶ συμπάθειαν ἤγαγεν ἡ Δαρείου μήτηρ καὶ γυνὴ καὶ δύο θυγατέρες ἐπίγαμοι καὶ υἱὸς παῖς τὴν ἡλικίαν.