Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

37.2 Ἀλέξανδρος δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ἄλλων ἀρίστων ἱππέων ἐποιεῖτο τὸν διωγμόν, σπεύδων ἐγκρατὴς γενέσθαι τοῦ Δαρείου. διανύσας δὲ σταδίους διακοσίους ἀνέκαμψεν εἰς τὴν παρεμβολὴν περὶ μέσας νύκτας, τοῖς δὲ λουτροῖς θεραπεύσας τὸν ἐκ τῆς κακοπαθείας κόπον ἐτρέπετο πρὸς ἄνεσιν καὶ δειπνοποιίαν.
37.3 πρὸς δὲ τὴν γυναῖκα καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθών τις ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ, τὸν Δαρεῖον ἐσκυλευκώς. ἔνθα δὴ κραυγῆς μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τοῦ πλήθους τῶν αἰχμαλώτων διὰ τὴν ἀπαγγελίαν συμπενθοῦντος καὶ πολὺν ὀδυρμὸν προϊεμένου, πυθόμενος ὁ βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος ἐξέπεμψεν ἕνα τῶν φίλων Λεοννάτον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθησόμενον τὰς περὶ τὴν Σισύγγαμβριν καὶ δηλώσοντα διότι Δαρεῖος μὲν ζῇ, ὁ δʼ Ἀλέξανδρος ἐπιμέλειαν αὐτῶν ποιήσεται τὴν προσήκουσαν καὶ διότι πρῲ βούλεται προσαγορεῦσαί τε αὐτὰς καὶ διὰ τῶν ἔργων ἀποδείξασθαι τὴν ἰδίαν φιλανθρωπίαν.
37.4 αἱ μὲν οὖν αἰχμαλωτίδες προσπεσούσης αὐταῖς παραδόξου καὶ παντελῶς ἀπηλπισμένης εὐτυχίας τόν τε Ἀλέξανδρον ὡς θεὸν προσεδέξαντο καὶ τῶν ὀδυρμῶν ἀπηλλάγησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi