Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

40.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικηράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ἀτίλιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δʼ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα Γρύλος Χαλκιδεύς. ἐπὶ δὲ τούτων Ἀλέξανδρος μετὰ τὴν ἐν Ἰσσῷ νίκην τοὺς μὲν τελευτήσαντας ἔθαψεν, ἐν οἷς καὶ τῶν πολεμίων τοὺς ἐν ταῖς ἀνδραγαθίαις θαυμασθέντας· μετὰ δὲ ταῦτα τοῖς θεοῖς μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἐν τῇ μάχῃ κατʼ ἀρετὴν διαφόρους γενομένους τιμήσας ταῖς ἀξίαις ἑκάστους δωρεαῖς ἐφʼ ἡμέρας τινὰς ἀνέλαβε τὴν δύναμιν.
40.2 ἔπειτα προάγων ἐπʼ Αἰγύπτου καὶ καταντήσας εἰς τὴν Φοινίκην τὰς μὲν ἄλλας πόλεις παρέλαβεν, ἑτοίμως τῶν ἐγχωρίων προσδεξαμένων αὐτόν· οἱ δὲ Τύριοι βουλομένου τοῦ βασιλέως τῷ Ἡρακλεῖ τῷ Τυρίῳ θῦσαι προπετέστερον διεκώλυσαν αὐτὸν τῆς εἰς τὴν πόλιν εἰσόδου.
40.3 τοῦ δʼ Ἀλεξάνδρου χαλεπῶς ἐνέγκαντος καὶ διαπειλησαμένου πολεμήσειν τὴν πόλιν οἱ Τύριοι τεθαρρηκότως ὑπέμενον τὴν πολιορκίαν, ἅμα μὲν Δαρείῳ χαριζόμενοι καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν βεβαίαν τηροῦντες καὶ νομίζοντες μεγάλας δωρεὰς ἀντὶ ταύτης τῆς χάριτος ἀντιλήψεσθαι παρὰ τοῦ βασιλέως, ἐπισπώμενοι μὲν τὸν Ἀλέξανδρον εἰς πολυχρόνιον καὶ ἐπικίνδυνον πολιορκίαν, διδόντες δʼ ἄνεσιν τῷ Δαρείῳ πρὸς τὰς παρασκευάς, ἅμα δὲ καὶ πιστεύοντες τῇ τε ὀχυρότητι τῆς νήσου καὶ ταῖς ἐν αὐτῇ παρασκευαῖς, ἔτι δὲ τοῖς ἀπογόνοις αὐτῶν Καρχηδονίοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi