Kitap 20
42.6
ὁ δʼ Ἀλέξανδρος εἰς ἀμηχανίαν ἐμπίπτων διὰ τὴν αὐτόματον τῶν ἔργων φθορὰν μετεμέλετο μὲν ἐπὶ τῇ τῆς πολιορκίας ἐπιβολῇ, ὅμως δὲ τῇ φιλοτιμίᾳ προαγόμενος ἐκ τῆς ὀρεινῆς ἐκκόπτων ὑπερμεγέθη δένδρα παρεκόμιζε καὶ σὺν αὐτοῖς τοῖς κλάδοις ἐγχώσας ἐνέφραξε τὴν βίαν τοῦ κλύδωνος.
42.7
ταχὺ δʼ ἀποκαταστήσας τὰ πεπονηκότα τοῦ χώματος καὶ τῇ πολυχειρίᾳ προκόψας εἰς βέλους ἄφεσιν ἐπέστησε τὰς μηχανὰς ἐπʼ ἄκρον τὸ χῶμα καὶ τοῖς μὲν πετροβόλοις κατέβαλλε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀνεῖργε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας· συνηγωνίζοντο δὲ τούτοις οἵ τε τοξόται καὶ σφενδονῆται καὶ πολλοὺς τῶν ἐν τῇ πόλει παραβοηθοῦντας κατετίτρωσκον.
43.1
οἱ δὲ Τύριοι χαλκεῖς ἔχοντες τεχνίτας καὶ μηχανοποιοὺς κατεσκεύασαν φιλότεχνα βοηθήματα. πρὸς μὲν γὰρ τὰ καταπελτικὰ βέλη τροχοὺς κατεσκεύασαν διειλημμένους πυκνοῖς διαφράγμασι, τούτους δὲ διά τινος μηχανῆς δινεύοντες τὰ μὲν συνέτριβον, τὰ δὲ παρέσυρον τῶν βελῶν, πάντων δὲ τὴν ἐκ τῆς βίας φορὰν ἐξέλυον· τοὺς δʼ ἐκ τῶν πετροβόλων φερομένους λίθους δεχόμενοι μαλακαῖς τισι καὶ συνενδιδούσαις κατασκευαῖς ἐπράυνον τὴν ἐκ τῆς ὀργανικῆς βίας δύναμιν.
43.2
ὁ δὲ βασιλεὺς ἅμα τῇ κατὰ τὸ χῶμα προσβολῇ παντὶ τῷ στόλῳ περιέπλει τὴν πόλιν καὶ τὰ τείχη περιεσκέπτετο καὶ φανερὸς ἦν πολιορκήσων τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.