Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

45.5 καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάρρησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπʼ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς.
45.6 διὸ καὶ συμπλεκόμενοι τοῖς πολεμίοις καὶ τὴν μάχην ἐκ χειρὸς συνιστάμενοι μέγαν ἀγῶνα τὸν ὑπὲρ τῆς πατρίδος συνίσταντο καί τινες πελέκεσι τῶν ἀπαντώντων τὸ προσπεσὸν μέρος τοῦ σώματος ἀπέκοπτον· ἔνθα δὴ τῶν παρὰ τοῖς Μακεδόσιν ἡγεμόνων τις, ὄνομα μὲν Ἄδμητος, διαφέρων δὲ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ, τεθαρρηκὼς τὴν βίαν τῶν Τυρίων ὑπέστη καὶ πληγεὶς πελέκει μέσην τὴν κεφαλὴν παραχρῆμα κατέστρεψε τὸν βίον ἡρωικῶς.
45.7 ὁ δʼ Ἀλέξανδρος ὁρῶν τῇ μάχῃ τῶν Τυρίων κατισχυομένους τοὺς Μακεδόνας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας νυκτὸς ἤδη γενομένης. καὶ τὸ μὲν πρῶτον ἔκρινε λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατείαν ἐπὶ τὴν Αἴγυπτον ποιεῖσθαι· μετανοήσας δὲ πάλιν καὶ νομίσας αἰσχρὸν εἶναι παραχωρῆσαι Τυρίοις τῆς κατὰ τὴν πολιορκίαν δόξης καὶ τῶν φίλων ἕνα μόνον ὁμογνωμονοῦντα λαβὼν Ἀμύνταν τὸν Ἀνδρομένους πάλιν πρὸς τὴν πολιορκίαν ἐτρέπετο.
46.1 παρακαλέσας δὲ τοὺς Μακεδόνας ἑαυτοῦ μὴ λειφθῆναι κατʼ ἀνδρείαν ἁπάσας τὰς ναῦς πολεμικῶς κατασκευάσας προσέβαλλε τοῖς τείχεσιν ἐκθύμως κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. κατανοήσας δὲ περὶ τὰ νεώρια τὸ τεῖχος ἀσθενέστερον ὑπάρχειν τούτῳ προσήγαγε τὰς τριήρεις ἐζευγμένας καὶ φερούσας τὰς ἀξιολογωτάτας μηχανάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi