Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

48.4 ἀναπλεύσας δʼ εἰς Μέμφιν τὸ μὲν πρῶτον πρὸ τῆς πόλεως παραταξάμενος τοῖς ἐγχωρίοις ἐνίκησε· μετὰ δὲ ταῦτα πρὸς ἁρπαγὴν τῶν στρατιωτῶν τραπέντων ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπέθεντο τοῖς ἀτάκτως διαρπάζουσι τὰς ἐπὶ τῆς χώρας κτήσεις καὶ τόν τε Ἀμύνταν ἀπέκτειναν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἄρδην ἀνεῖλον.
48.5 Ἀμύντας μὲν οὖν μεγάλαις ἐπιβολαῖς ἐγχειρήσας καὶ παρʼ ἐλπίδα σφαλεὶς τοιοῦτον ἔσχε τοῦ βίου τὸ τέλος. ὁμοίως δὲ τούτῳ καὶ τῶν ἄλλων ἡγεμόνων καὶ στρατηγῶν τινες ἐκ τῆς ἐν Ἰσσῷ μάχης μετὰ στρατιωτῶν διασωθέντες ἀντείχοντο τῶν Περσικῶν ἐλπίδων.
48.6 οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δʼ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο. οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ.
48.7 Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.
49.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ὁ βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi