Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

58.4 διόπερ τὰ πολλὰ τῶν ἁρμάτων πτυρομένων τῶν ἵππων ἐστρέφετο καὶ τὴν ῥύμην ἀκατάσχετον ποιοῦντα πρὸς τοὺς ἰδίους βιαίως ἀνέστρεφε. τῶν δʼ ἄλλων προσπεσόντων τῇ φάλαγγι καὶ τῶν Μακεδόνων ποιούντων ἀξιόλογα διαστήματα διὰ τούτων φερόμενα τὰ μὲν συνηκοντίσθη, τὰ δὲ διεξέπεσεν, ἔνια δὲ τῇ βίᾳ τῆς ῥύμης φερόμενα καὶ ταῖς τῶν σιδήρων ἀκμαῖς ἐνεργῶς χρησάμενα πολλὰς καὶ ποικίλας διαθέσεις θανάτων ἀπειργάζετο.
58.5 τοιαύτη γὰρ ἦν ἡ ὀξύτης καὶ βία τῶν κεχαλκευμένων πρὸς ἀπώλειαν ὅπλων ὥστε πολλῶν μὲν βραχίονας σὺν αὐταῖς ταῖς ἀσπίσιν ἀποκόπτεσθαι, οὐκ ὀλίγων δὲ τραχήλους παρασύρεσθαι καὶ τὰς κεφαλὰς πίπτειν ἐπὶ τὴν γῆν βλεπόντων ἔτι τῶν ὀμμάτων καὶ τῆς τοῦ προσώπου διαθέσεως διαφυλαττομένης, ἐνίων δὲ τὰς πλευρὰς ἐπικαιρίοις τομαῖς ἀναρήττεσθαι καὶ θανάτους ὀξεῖς ἐπιφέρεσθαι.
59.1 ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις καὶ διὰ τῶν τόξων καὶ σφενδονῶν, ἔτι δὲ τῶν ἀκοντιζομένων σαυνίων τὰ ῥιπτούμενα βέλη παρανήλωτο, πρὸς τὴν ἐκ χειρὸς μάχην κατήντησαν.
59.2 καὶ πρῶτον τῶν ἱππέων συστησαμένων ἀγῶνα καὶ τῶν Μακεδόνων τῷ δεξιῷ κέρατι διαγωνιζομένων ὁ μὲν Δαρεῖος τοῦ λαιοῦ κέρατος ἡγούμενος συναγωνιστὰς εἶχε τοὺς συγγενεῖς ἱππεῖς, ἐπιλέκτους ταῖς ἀρεταῖς καὶ ταῖς εὐνοίαις, χιλίους ἐν μιᾷ περιειλημμένους εἴλῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi