Kitap 20
59.3
οὗτοι δὲ θεατὴν ἔχοντες τῆς ἰδίας ἀνδραγαθίας τὸν βασιλέα τὸ πλῆθος τῶν ἐπʼ αὐτὸν φερομένων βελῶν προθύμως ἐξεδέχοντο. συνῆσαν δὲ τούτοις οἵ τε μηλοφόροι, διάφοροι ταῖς ἀνδραγαθίαις καὶ πολλοὶ κατὰ τὸ πλῆθος, πρὸς δὲ τούτοις Μάρδοι καὶ Κοσσαῖοι, ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς λαμπρότησι τῶν ψυχῶν θαυμαζόμενοι.
59.4
συνηγωνίζοντο δὲ τούτοις οἵ τε περὶ τὰ βασίλεια διατρίβοντες καὶ τῶν Ἰνδῶν οἱ κράτιστοι κατʼ ἀνδρείαν. οὗτοι μὲν οὖν μετὰ πολλῆς βοῆς ἐπιρράξαντες τοῖς πολεμίοις ἐκθύμως ἠγωνίζοντο καὶ τῷ πλήθει κατεπόνουν τοὺς Μακεδόνας·
59.5
Μαζαῖος δὲ τὸ δεξιὸν ἔχων κέρας καὶ μετὰ τῶν ἀρίστων ἱππέων διαγωνιζόμενος εὐθὺς κατὰ τὴν πρώτην ἔφοδον τῶν ἀνθεστώτων ἀνεῖλεν οὐκ ὀλίγους, δισχιλίους δὲ Καδουσίους καὶ χιλίους τῶν Σκυθῶν ἱππεῖς ἐπιλέκτους ἐξέπεμψε, προστάξας περιιππεῦσαι τὸ κέρας τὸ τῶν πολεμίων καὶ προσελάσαντας τῇ παρεμβολῇ τῆς ἀποσκευῆς κυριεῦσαι.
59.6
ὧν ὀξέως ποιησάντων τὸ προσταχθὲν καὶ παρεισπεσόντων εἰς τὴν στρατοπεδείαν τῶν Μακεδόνων τῶν αἰχμαλώτων τινὲς ἁρπάσαντες ὅπλα συνήργουν τοῖς Σκύθαις καὶ διήρπαζον τὰς ἀποσκευάς· βοὴ δʼ ἦν καὶ ταραχὴ διὰ τὸ παράδοξον καθʼ ὅλην τὴν παρεμβολήν.
59.7
αἱ μὲν οὖν ἄλλαι τῶν αἰχμαλωτίδων πρὸς τοὺς βαρβάρους ἀπεχώρουν, ἡ δὲ μήτηρ τοῦ Δαρείου Σισύγγαμβρις παρακαλουσῶν αὐτὴν τῶν αἰχμαλωτίδων οὐ προσέσχεν, ἀλλʼ ἐφʼ ἡσυχίας ἔμεινε φιλοφρόνως, οὔτε τῷ παραδόξῳ τῆς τύχης πιστεύσασα οὔτε τὴν πρὸς Ἀλέξανδρον εὐχαριστίαν λυμαινομένη.