Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

59.8 τέλος δὲ οἱ Σκύθαι πολλὴν τῆς ἀποσκευῆς διαρπάσαντες ἀφίππευσαν πρὸς τοὺς περὶ Μαζαῖον καὶ τὴν εὐημερίαν ἀπήγγειλαν. ὁμοίως δὲ καὶ τῶν περὶ Δαρεῖον τεταγμένων ἱππέων τινὲς καταπονήσαντες τῷ πλήθει τοὺς ἀνθεστῶτας Μακεδόνας φεύγειν ἠνάγκασαν.
60.1 δευτέρου δὲ προτερήματος τοῖς Πέρσαις γενομένου ὁ μὲν Ἀλέξανδρος σπεύδων διʼ ἑαυτοῦ τὴν ἧτταν διορθώσασθαι τῶν ἰδίων μετὰ τῆς βασιλικῆς εἴλης καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἱππέων ἐπʼ αὐτὸν ἤλαυνε τὸν Δαρεῖον.
60.2 ὁ δὲ τῶν Περσῶν βασιλεὺς δεξάμενος τὴν ἐπιφορὰν τῶν πολεμίων αὐτὸς μὲν ἐφʼ ἅρματος ἀγωνιζόμενος ἠκόντιζεν εἰς τοὺς ἐπιφερομένους, πολλῶν δʼ αὐτῷ συναγωνιζομένων καὶ τῶν βασιλέων ἐπʼ ἀλλήλους ἱεμένων ὁ μὲν Ἀλέξανδρος ἀκοντίσας ἐπὶ τὸν Δαρεῖον τούτου μὲν ἥμαρτεν, τοῦ δὲ παρεστῶτος ἡνιόχου τοῦ βασιλέως κατατυχὼν κατέβαλεν.
60.3 τῶν δὲ περὶ τὸν Δαρεῖον ἀναβοησάντων οἱ πορρώτερον ἀφεστηκότες ὑπέλαβον αὐτὸν τὸν βασιλέα πεπτωκέναι· καὶ τούτων τῆς φυγῆς ἀρξαμένων οἱ συνεχεῖς συνείποντο καὶ τὸ συνεστὸς αἰεὶ τῷ Δαρείῳ σύνταγμα κατʼ ὀλίγον παρερρήγνυτο. διὸ καὶ τῆς ἑτέρας πλευρᾶς παραγυμνωθείσης τῶν συναγωνιζομένων καὶ αὐτὸς καταπλαγεὶς πρὸς φυγὴν ὥρμησεν.
60.4 τούτων δὲ οὕτως φευγόντων καὶ τοῦ κονιορτοῦ τῶν ἱππέων πρὸς ὕψος αἰρομένου καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐκ ποδὸς ἑπομένων διὰ τὸ πλῆθος καὶ τὴν πυκνότητα τοῦ κονιορτοῦ συνιδεῖν μὲν οὐκ ἦν τὸν Δαρεῖον ὅποι ποιεῖται τὴν φυγήν, στεναγμὸς δὲ τῶν πιπτόντων ἀνδρῶν καὶ κτύπος τῶν ἱππέων, ἔτι δὲ τῶν μαστίγων συνεχὴς ψόφος ἐγίνετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi