Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

62.6 διόπερ Ἀντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα. τούτου δὲ περὶ ταῦτʼ ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς Ἕλληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας.
62.7 Ἀθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους Ἕλληνας ὑπʼ Ἀλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον· Πελοποννησίων δʼ οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους.
62.8 τὴν δʼ ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, Ἄγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.
63.1 Ἀντίπατρος δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων συνδρομὴν τὸν μὲν ἐν τῇ Θρᾴκῃ πόλεμον ὥς ποτʼ ἦν δυνατὸν κατέλυσεν, εἰς δὲ τὴν Πελοπόννησον ἧκε μετὰ πάσης τῆς δυνάμεως. προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμαχούντων Ἑλλήνων στρατιώτας ἤθροισε τοὺς ἅπαντας οὐκ ἐλάττους τῶν τετρακισμυρίων.
63.2 γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Ἄγις μαχόμενος ἔπεσεν, οἱ δὲ Λακεδαιμόνιοι πολὺν μὲν ἐκθύμως χρόνον ἀγωνιζόμενοι διεκαρτέρουν, τῶν δὲ συμμάχων βιασθέντων καὶ αὐτοὶ τὴν ἀναχώρησιν εἰς τὴν Σπάρτην ἐποιήσαντο.
63.3 ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πλείους τῶν πεντακισχιλίων καὶ τριακοσίων, τῶν δὲ μετʼ Ἀντιπάτρου τρισχίλιοι καὶ πεντακόσιοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi