Kitap 20
63.4
ἴδιον δέ τι συνέβη καὶ περὶ τὴν τοῦ Ἄγιδος τελευτὴν γενέσθαι· ἀγωνισάμενος γὰρ λαμπρῶς καὶ πολλοῖς τραύμασιν ἐναντίοις περιπεσὼν ὑπὸ τῶν στρατιωτῶν εἰς τὴν Σπάρτην ἀπεκομίζετο· περικατάληπτος δὲ γενόμενος καὶ τὰ καθʼ ἑαυτὸν ἀπογνοὺς τοῖς μὲν ἄλλοις στρατιώταις προσέταξεν ἀπιέναι τὴν ταχίστην καὶ διασώζειν αὑτοὺς εἰς τὴν τῆς πατρίδος χρείαν, αὐτὸς δὲ καθοπλισθεὶς καὶ εἰς γόνυ διαναστὰς ἠμύνατο τοὺς πολεμίους καί τινας καταβαλὼν καὶ συνακοντισθεὶς κατέστρεψε τὸν βίον, ἄρξας ἔτη ἐννέα.
63.5
ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα κατὰ τὴν Εὐρώπην ἐν μέρει τὰ κατὰ τὴν Ἀσίαν συντελεσθέντα διέξιμεν.
64.1
Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ Ἄρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως. τὸ μὲν οὖν πρῶτον εἰς Ἐκβάτανα τῆς Μηδείας διανύσας ἐνταῦθα διέτριβεν καὶ τοὺς μὲν ἐκ τῆς φυγῆς ἀνασωζομένους ἀνεδέχετο, τοὺς δὲ ἀνόπλους καθώπλιζεν.
64.2
μετεπέμπετο δὲ καὶ στρατιώτας ἐκ τῶν πλησιοχώρων ἐθνῶν καὶ πρὸς τοὺς ἐκ Βάκτροις καὶ ταῖς ἄνω σατραπείαις σατράπας καὶ στρατηγοὺς διεπέμπετο, παρακαλῶν διαφυλάττειν τὴν πρὸς αὐτὸν εὔνοιαν.
64.3
Ἀλέξανδρος δὲ μετὰ τὴν νίκην θάψας τοὺς τετελευτηκότας ἐπέβαλε τοῖς Ἀρβήλοις καὶ πολλὴν μὲν εὗρεν ἀφθονίαν τῆς τροφῆς, οὐκ ὀλίγον δὲ κόσμον καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα τρισχίλια. συλλογισάμενος δὲ τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τοῦ περιέχοντος ἀέρος διὰ τὸ πλῆθος τῶν νεκρῶν εὐθὺς ἀνέζευξε καὶ κατήντησε μετὰ πάσης τῆς δυνάμεως εἰς Βαβυλῶνα.