Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

64.4 τῶν δʼ ἐγχωρίων προθύμως ὑποδεξαμένων αὐτὸν καὶ κατὰ τὰς ἐπισταθμίας λαμπρῶς ἑστιώντων τοὺς Μακεδόνας ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς προγεγενημένης ταλαιπωρίας. πλείους δὲ τῶν τριάκοντα ἡμερῶν ἐνδιέτριψε τῇ πόλει διά τε τὴν δαψίλειαν τῶν ἐπιτηδείων καὶ τὴν φιλοξενίαν τῶν ἐγχωρίων.
64.5 μετὰ δὲ ταῦτα τὴν μὲν ἄκραν παρέδωκε τηρεῖν Ἀγάθωνι τῷ Πυδναίῳ, συστήσας αὐτῷ Μακεδόνας στρατιώτας ἑπτακοσίους· Ἀπολλόδωρον δὲ τὸν Ἀμφιπολίτην καὶ Μένητα τὸν Πελλαῖον ἀπέδειξε στρατηγοὺς τῆς τε Βαβυλῶνος καὶ τῶν σατραπειῶν μέχρι Κιλικίας, δοὺς δὲ αὐτοῖς ἀργυρίου τάλαντα χίλια προσέταξε ξενολογεῖν στρατιώτας ὡς πλείστους.
64.6 Μιθρίνῃ δὲ τῷ παραδόντι τὴν ἐν Σάρδεσιν ἄκραν Ἀρμενίαν ἔδωκεν. ἐκ δὲ τῶν ληφθέντων χρημάτων τῶν μὲν ἱππέων τῶν Μακεδόνων ἑκάστῳ ἓξ μνᾶς ἐδωρήσατο, τῶν δὲ συμμάχων πέντε, τῶν δʼ ἐκ τῆς φάλαγγος Μακεδόνων δύο, τοὺς δὲ ξένους διμήνου μισθοφοραῖς ἐτίμησε πάντας.
65.1 τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Βαβυλῶνος καὶ κατὰ τὴν πορείαν ὄντος ἧκον πρὸς αὐτὸν παρὰ μὲν Ἀντιπάτρου πεμφθέντες ἱππεῖς μὲν Μακεδόνες πεντακόσιοι, πεζοὶ δὲ ἑξακισχίλιοι, ἐκ δὲ Θρᾴκης ἱππεῖς μὲν ἑξακόσιοι, Τραλλεῖς δὲ τρισχίλιοι καὶ πεντακόσιοι, ἐκ δὲ Πελοποννήσου πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ βραχὺ λείποντες τῶν χιλίων, ἐκ δὲ τῆς Μακεδονίαστῶν φίλων τοῦ βασιλέως υἱοὶ πεντήκοντα πρὸς τὴν σωματοφυλακίαν ὑπὸ τῶν πατέρων ἀπεσταλμένοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi