Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

69.6 οἱ δὲ συνελθόντες καὶ βουλευσάμενοι προέκριναν τὴν αὐτόθι μονὴν τῆς εἰς οἶκον ἀνακομιδῆς. ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατʼ ὀλίγους καὶ περιόντας ἐν ταῖς πόλεσιν ἐπονείδιστον ἕξειν τὴν ἐκ τῆς τύχης ἐπήρειαν· μετʼ ἀλλήλων δὲ βιοῦντας, τὴν ὁμοίαν συμφορὰν ἔχοντας, παραμύθιον ἕξειν τῆς ἰδίας ἀκληρίας τὴν τῶν ἄλλων τῆς ἀκληρίας ὁμοιότητα.
69.7 διὸ καὶ πάλιν ἐντυχόντες τῷ βασιλεῖ καὶ τὴν ἰδίαν κρίσιν δηλώσαντες ἐδέοντο πρὸς ταύτην τὴν ὑπόστασιν οἰκείαν παρέχεσθαι βοήθειαν.
69.8 ὁ δὲ Ἀλέξανδρος συγκαταθέμενος τοῖς δεδογμένοις τρισχιλίας μὲν ἑκάστῳ δραχμὰς ἐδωρήσατο καὶ στολὰς ἀνδρείας πέντε καὶ γυναικείας ἴσας, ζεύγη δὲ βοϊκὰ δύο καὶ πρόβατα πεντήκοντα καὶ πυρῶν μεδίμνους πεντήκοντα· ἐποίησεν δὲ καὶ ἀτελεῖς αὐτοὺς παντὸς βασιλικοῦ φόρου καὶ τοῖς ἐπιστάταις προσέταξε φροντίζειν ὅπως μηδʼ ὑφʼ ἑνὸς ἀδικῶνται.
69.9 Ἀλέξανδρος μὲν οὖν ἀκολούθως τῇ κατʼ αὐτὸν ἐπιεικείᾳ τοιαύταις εὐεργεσίαις τὰς τῶν ἠτυχηκότων συμφορὰς διωρθώσατο.
70.1 τὴν δὲ Περσέπολιν, μητρόπολιν οὖσαν τῆς Περσῶν βασιλείας, ἀπέδειξε τοῖς Μακεδόσι πολεμιωτάτην τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ τοῖς στρατιώταις ἔδωκεν εἰς διαρπαγὴν χωρὶς τῶν βασιλείων.
70.2 πλουσιωτάτης δʼ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi