Kitap 20
73.5
κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον· ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι.
73.6
ὁ μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.
74.1
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισοφῶν, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Οὐαλλέριος καὶ Μάρκος Κλώδιος. ἐπὶ δὲ τούτων Βῆσσος μὲν μετὰ τὴν Δαρείου τελευτὴν μετὰ Ναβάρνου καὶ Βαρξάεντος καὶ πολλῶν ἄλλων διαφυγὼν τὰς Ἀλεξάνδρου χεῖρας διήνυσε μὲν εἰς τὴν Βακτριανήν, ἀποδεδειγμένος δὲ ταύτης σατράπης ὑπὸ Δαρείου καὶ τοῖς πλήθεσι γεγονὼς γνώριμος διὰ τὴν ἀρχὴν παρεκάλει τὰ πλήθη τῆς ἐλευθερίας ἀντέχεσθαι·
74.2
ἀπεδείκνυε δὲ τὴν χώραν αὐτοῖς πολλὰ συνεργήσειν οὖσαν δυσείσβολον καὶ πλῆθος ἱκανὸν ἔχουσαν ἀνδρῶν εἰς κατάκτησιν τῆς αὐτονομίας. ἐπαγγελλόμενος δὲ καθηγήσασθαι τοῦ πολέμου καὶ τὸ πλῆθος πείσας ἀνέδειξεν ἑαυτὸν βασιλέα. οὗτος μὲν οὖν στρατιώτας τε κατέγραφε καὶ πλῆθος ὅπλων κατεσκεύαζε καὶ τἄλλα φιλοτίμως πρὸς τὴν κατεπείγουσαν χρείαν παρεσκευάζετο·