Kitap 20
74.3
Ἀλέξανδρος δὲ ὁρῶν τοὺς Μακεδόνας τέλος τῆς στρατείας τὴν Δαρείου τελευτὴν τάττοντας καὶ μετεώρους ὄντας πρὸς τὴν εἰς τὴν πατρίδα ἐπάνοδον τούτους μὲν ἀθροίσας εἰς ἐκκλησίαν καὶ λόγοις οἰκείοις παρορμήσας εὐπειθεῖς πρὸς τὴν ὑπολειπομένην στρατείαν παρεσκεύασεν, τοὺς δʼ ἀπὸ τῶν Ἑλληνίδων πόλεων συμμαχήσαντας συναγαγὼν καὶ περὶ τῶν πεπραγμένων ἐπαινέσας ἀπέλυσε μὲν τῆς στρατείας, ἐδωρήσατο δὲ τῶν μὲν ἱππέων ἑκάστῳ τάλαντον, τῶν δὲ πεζῶν μνᾶς δέκα, χωρὶς δὲ τούτων τούς τε ὀφειλομένους μισθοὺς ἀπέλυσε καὶ τοὺς κατὰ τὴν ἀνακομιδὴν μέχρι τῆς εἰς τὰς πατρίδας καθόδου προσέθηκεν·
74.4
τῶν δʼ ἑλομένων μένειν ἐν τῇ στρατιᾷ τῇ μετὰ τοῦ βασιλέως ἔδωκεν ἑκάστῳ τρία τάλαντα. μεγάλαις δὲ δωρεαῖς ἐτίμησε τοὺς στρατιώτας ἅμα μὲν φύσει μεγαλόψυχος ὤν, ἅμα δὲ τῇ διώξει τοῦ Δαρείου πολλῶν χρημάτων κεκυριευκώς·
74.5
παρὰ μὲν γὰρ τῶν γαζοφυλακούντων παρέλαβεν ὀκτακισχιλίων ταλάντων ἀριθμόν, χωρὶς δὲ τούτων τὰ νεμηθέντα τοῖς στρατιώταις σὺν τῷ κόσμῳ καὶ τοῖς ἐκπώμασιν ὑπῆρχε μύρια καὶ τρισχίλια τάλαντα, τὰ δὲ διακλαπέντα καὶ ἁρπαχθέντα πλείω τῶν εἰρημένων ὑπενοεῖτο.
75.1
ὁ δὲ Ἀλέξανδρος ἀναζεύξας ἐπὶ τὴν Ὑρκανίαν τριταῖος κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Ἑκατονταπύλου. εὐδαίμονος δʼ αὐτῆς οὔσης καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων πολλῆς ἀφθονίας ὑπαρχούσης ἐνταῦθα τὴν δύναμιν ἀνέλαβεν ἐπί τινας ἡμέρας.