Kitap 20
75.7
ἔστι δὲ καὶ ζῷον κατὰ τὴν χώραν ἐπτερωμένον, ὃ καλεῖται μὲν ἀνθρηδών, λειπόμενον δὲ μεγέθει μελίττης μεγίστην ἔχει τὴν ὠφέλειαν· ἐπινεμόμενον γὰρ τὴν ὀρεινὴν ἄνθη παντοῖα δρέπεται καὶ ταῖς κοιλάσι πέτραις καὶ τοῖς κεραυνοβόλοις τῶν δένδρων ἐνδιατρῖβον κηροπλαστεῖ καὶ κατασκευάζει χύμα διάφορον τῇ γλυκύτητι, τοῦ παρʼ ἡμῖν μέλιτος οὐ πολὺ λειπόμενον.
76.1
Ἀλέξανδρος δὲ τὴν Ὑρκανίαν καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν ταύτῃ τῇ χώρᾳ προσηγάγετο· καὶ πολλοὶ τῶν συμπεφευγότων ἡγεμόνων τῷ Δαρείῳ παρέδωκαν αὑτούς· οἷς ἐπεικῶς προσενεχθεὶς μεγάλην δόξαν ἐπιεικείας ἀπηνέγκατο·
76.2
εὐθὺ γὰρ οἱ Δαρείῳ συνεστρατευμένοι τῶν Ἑλλήνων ὄντες περὶ χιλίους καὶ πεντακοσίους ἀνδρείᾳ τε διαφέροντες, παρέδοσαν ἑαυτοὺς Ἀλεξάνδρῳ καὶ συγγνώμης ἀξιωθέντες κατετάχθησαν εἰς τὰς τάξεις ἐπὶ ταῖς αὐταῖς μισθοφοραῖς.
76.3
ὁ δʼ Ἀλέξανδρος ἐπελθὼν τὴν παραθαλάσσιον τῆς Ὑρκανίας ἐνέβαλεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Μάρδων. οὗτοι γὰρ ἀλκῇ διαφέροντες ὑπερεφρόνησαν τὴν αὔξησιν τοῦ βασιλέως καὶ οὐδεμιᾶς ἐντεύξεως ἢ τιμῆς ἠξίωσαν αὐτόν,
76.4
προκαταλαβόμενοι δὲ τὰς εἰσβολὰς στρατιώταις ὀκτακισχιλίοις τεθαρρηκότως τὴν τῶν Μακεδόνων ἔφοδον ὑπέμενον. ὁ δὲ βασιλεὺς ἐπιπεσὼν αὐτοῖς καὶ συνάψας μάχην τοὺς πλείους μὲν κατέκοψε, τοὺς δὲ λοιποὺς εἰς τὰς δυσχωρίας κατεδίωξε.
76.5
πυρπολοῦντος δʼ αὐτοῦ τὴν χώραν καὶ τῶν τοὺς βασιλικοὺς ἵππους ἀγόντων παίδων βραχὺ τοῦ βασιλέως χωρισθέντων ἐπιβαλόντες τινὲς τῶν βαρβάρων ἀφήρπασαν Βουκεφάλαν τὸν ἄριστον τῶν ἵππων.