Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

85.1 πολλὰς δὲ καὶ ἄλλας πόλεις ἐκπολιορκήσας καὶ τοὺς ἀντιταττομένους ἀνελὼν προῆγεν ἐπὶ τὴν πέτραν τὴν Ἄορνον καλουμένην· εἰς γὰρ ταύτην οἱ περιλειφθέντες τῶν ἐγχωρίων διὰ τὴν ὑπερβολὴν τῆς ὀχυρότητος καταπεφεύγεισαν.
85.2 λέγεται γὰρ τὸ παλαιὸν Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι διά τινας ἐπιγενομένους σεισμοὺς μεγάλους καὶ διοσημείας. ὁ δʼ Ἀλέξανδρος πυθόμενος περὶ τούτων ἔτι μᾶλλον παρωξύνθη πολιορκῆσαι τὸ ὀχύρωμα καὶ διαμιλληθῆναι τῇ τοῦ θεοῦ δόξῃ.
85.3 ἡ δὲ πέτρα τὸν μὲν περίβολον εἶχε σταδίων ἑκατόν, τὸ δʼ ὕψος ἑκκαίδεκα, τὴν δʼ ἐπιφάνειαν ὁμαλὴν καὶ πάντῃ περιφερῆ· καὶ τὸ μὲν πρὸς μεσημβρίαν μέρος αὐτῆς προσέκλυζεν ὁ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δʼ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις.
85.4 τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν.
85.5 οὗτος δʼ ὢν πένης παντελῶς καὶ πολὺν χρόνον ἐντεθραμμένος τοῖς τόποις κατῴκει μὲν ἔν τινι σπηλαίῳ τρεῖς στιβάδας ἔχοντι κατὰ τὴν πέτραν ἐντετμημένας, ἐν αἷς ὁ γέρων μετὰ τῶν υἱῶν ἐναυλιζόμενος ἐμπειρίαν περιεπεποίητο τῶν τόπων. οὗτος οὖν προσελθὼν τῷ βασιλεῖ καὶ τὰ περὶ ἑαυτὸν δηλώσας ἐπηγγείλατο καθηγήσεσθαι διὰ τῆς δυσχωρίας καὶ ποιήσειν αὐτὸν ὑπερδέξιον γενέσθαι τῶν κατειλημμένων τὴν πέτραν βαρβάρων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi