Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

5.3 εἶθʼ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν· ὡς δʼ ἐπʼ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν.
5.4 ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δʼ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς ἀνελπίστου σωτηρίας ἔτυχεν.
5.5 τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
6.1 ἓξ δʼ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως ὁ στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη. διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν κινδύνων· οἱ δʼ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά.
6.2 καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή· καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων. ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi