Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

91.2 ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθʼ αὑτοῦ Πώρῳ· αὐτὸς δʼ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο.
91.3 παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι· τοῦτο δʼ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα.
91.4 ὁ δʼ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν. ἄλλην δʼ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθʼ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς. μετὰ δὲ ταῦτʼ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθʼ ὑπερβολήν. τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρʼ αὐτοῖς τιμιώτατον νενόμισται.
91.5 διόπερ ἐκ νηπίου παρʼ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν.
91.6 ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi