Kitap 20
99.5
ἐπὶ πολλὰς δὲ ἡμέρας τοῦ βασιλέως ἀσχοληθέντος περὶ τὴν θεραπείαν οἱ κατὰ τὴν Βακτριανὴν καὶ Σογδιανὴν κατοικισθέντες Ἕλληνες ἐκ πολλοῦ μὲν τὸν ἐν τοῖς βαρβάροις κατοικισμὸν χαλεπῶς ἔφερον, τότε δὲ φήμης προσπεσούσης αὐτοῖς ὅτι τρωθεὶς ὁ βασιλεὺς τετελεύτηκεν ἀπέστησαν ἀπὸ τῶν Μακεδόνων.
99.6
ἀθροισθέντες δὲ εἰς τρισχιλίους, κατὰ τὴν εἰς οἶκον ἀνακομιδὴν πολλὰ πονήσαντες, ὕστερον ὑπὸ τῶν Μακεδόνων κατεκόπησαν μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.
100.1
ὁ δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο. παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον.
100.2
ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον.
100.3
τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς ὁ τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν.
100.4
καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δʼ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος,