Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

103.8 ἐγερθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ τὴν βοτάνην ἀναζητήσας καὶ τρίψας τό τε σῶμα τοῦ Πτολεμαίου κατέπλασε καὶ πιεῖν δοὺς ὑγιῆ κατέστησε. γνωσθείσης δὲ τῆς εὐχρηστίας καὶ οἱ λοιποὶ τυχόντες τῆς ὁμοίας θεραπείας διεσώθησαν. τὴν δὲ πόλιν τῶν Ἁρματηλίων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἐπεβάλετο μὲν πολιορκεῖν, τῶν δʼ ἐγχωρίων ἀπαντησάντων μεθʼ ἱκετηριῶν καὶ παραδόντων ἑαυτοὺς ἀπέλυσεν αὐτοὺς τῆς τιμωρίας.
104.1 αὐτὸς δὲ καταπλεύσας εἰς τὸν Ὠκεανὸν μετὰ τῶν φίλων καὶ δύο νήσους ἐνταῦθα κατιδὼν ἔθυσεν ἐν αὐταῖς τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ πολλὰ μὲν ἐκπώματα καὶ μεγάλα χρυσᾶ κατεπόντισε ταῖς σπονδαῖς συναφιείς, βωμοὺς δὲ Τηθύος καὶ Ὠκεανοῦ κατασκευάσας ὑπέλαβεν τετελευτηκέναι τὴν προκεχειρισμένην στρατείαν. ἀναζεύξας δʼ ἐντεῦθεν εἰς τοὐπίσω διὰ τοῦ ποταμοῦ παρέπλευσεν εἰς Πάταλα, πόλιν ἐπίσημον.
104.2 αὕτη δὲ τὴν πολιτείαν εἶχε διατεταγμένην ὁμοίως τῇ Σπάρτῃ· ἀπὸ δύο γὰρ οἴκων ἐν αὐτῇ διεδέχοντο δύο βασιλεῖς, αἰεὶ τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων, τὸ δὲ τῶν γερόντων ἀρχεῖον τῶν ὅλων προειστήκει.
104.3 ὁ δʼ οὖν Ἀλέξανδρος τὰ πεπονηκότα τῶν σκαφῶν ἐνέπρησε, τὸν δὲ λοιπὸν στόλον παραδοὺς Νεάρχῳ καί τισιν ἄλλοις τῶν φίλων προσέταξε τὴν παραλίαν πᾶσαν παραπλεῦσαι διʼ Ὠκεανοῦ καὶ πάντα κατασκεψαμένους ἀπαντᾶν ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου ποταμοῦ.
104.4 αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐπῆλθε πολλὴν χώραν καὶ τοὺς μὲν ἐναντιουμένους κατεπολέμησε, τοὺς δὲ πειθαρχοῦντας φιλανθρώπως προσεδέχετο. τοὺς μὲν γὰρ Ἀβρίτας ὀνομαζομένους καὶ τοὺς τὴν Κεδρωσίαν οἰκοῦντας χωρὶς κινδύνων προσηγάγετο,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi