Kitap 20
104.5
μετὰ δὲ ταῦτα πολλὴν μὲν ἄνυδρον, οὐκ ὀλίγην δὲ ἔρημον διελθὼν ἐπὶ τὰ Ὠρείτιδος ὅρια κατήντησεν. εἰς τρία δὲ μέρη τὴν δύναμιν διελόμενος τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον, τοῦ δὲ δευτέρου Λεοννάτον,
104.6
καὶ τὴν μὲν παραθαλαττίαν λεηλατεῖν προσέταξε Πτολεμαῖον, τὴν μεσόγειον δὲ κατασῦραι Λεοννάτον,τὴν δʼ ὑπώρειαν καὶ τὴν ὀρεινὴν αὐτὸς ἐπόρθησεν. ἅμα δʼ ὑφʼ ἕνα καὶ τὸν αὐτὸν καιρὸν πολλῆς χώρας δῃουμένης ἔγεμε πᾶς τόπος πυρὸς καὶ διαρπαγῆς καὶ πολλῶν φόνων.
104.7
διόπερ ταχέως οἱ μὲν στρατιῶται πολλῆς λείας ἐκυρίευσαν, τῶν δʼ ἀναιρεθέντων σωμάτων ἀριθμὸς ἐγένετο πολλῶν μυριάδων. τῇ δὲ τῶν ἐθνῶν τούτων ἀπωλείᾳ πάντες οἱ πλησιόχωροι περίφοβοι γενόμενοι προσεχώρησαν τῷ βασιλεῖ.
104.8
ὁ δʼ Ἀλέξανδρος παρὰ θάλατταν ἐφιλοτιμήθη κτίσαι πόλιν καὶ λιμένα μὲν εὑρὼν ἄκλυστον, πλησίον δʼ αὐτοῦ τόπον εὔθετον ἔκτισεν ἐν αὐτῷ πόλιν Ἀλεξάνδρειαν.
105.1
εἰς δὲ τὴν τῶν Ὠρειτῶν χώραν διὰ τῶν παρόδων παρεισελθὼν ταχέως ἅπασαν ὑπήκοον ἐποιήσατο. οἱ δὲ Ὠρεῖται τὰ μὲν ἄλλα παραπλήσια τοῖς Ἰνδοῖς ἔχουσιν, ἓν δὲ ἐξηλλαγμένον καὶ παντελῶς ἄπιστον.
105.2
τῶν γὰρ τελευτησάντων παρʼ αὐτοῖς τὰ σώματα ἐκφέρουσιν οἱ συγγενεῖς γυμνοὶ λόγχας ἔχοντες, εἰς δὲ τοὺς ἐπὶ τῆς χώρας δρυμοὺς θέντες τὸ σῶμα τὸν μὲν περικείμενον τῷ νεκρῷ κόσμον περιαιροῦνται, τὸ δὲ σῶμα τοῦ τετελευτηκότος καταλείπουσι βορὰν τοῖς θηρίοις· τὰς δʼ ἐσθῆτας διελόμενοι θύουσι τοῖς κατὰ γῆν ἥρωσι καὶ τῶν οἰκείων ὑποδοχὴν ποιοῦνται.