Kitap 20
106.4
κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ διʼ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν.
106.5
οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου.
106.6
οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις παραδόξους νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπʼ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δʼ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι·
106.7
ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.