Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

115.6 ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ καὶ τῶν ἄλλων γενομένων κατὰ τὴν ἐκφορὰν τιμῶν τὸ τελευταῖον προσέταξεν ἅπασι θύειν Ἡφαιστίωνι θεῷ παρέδρῳ· καὶ γὰρ κατὰ τύχην ἧκεν εἷς τῶν φίλων Φίλιππος, χρησμὸν φέρων παρʼ Ἄμμωνος θύειν Ἡφαιστίωνι θεῷ. διόπερ γενόμενος περιχαρὴς ἐπὶ τῷ καὶ τὸν θεὸν κεκυρωκέναι τὴν αὐτοῦ γνώμην πρῶτος τὴν θυσίαν ἐπετέλεσεν καὶ τὸ πλῆθος λαμπρῶς ὑπεδέξατο, μύρια τὸν ἀριθμὸν θύσας ἱερεῖα παντοδαπά.
116.1 μετὰ δὲ τὴν ἐκφορὰν εἰς ἀνέσεις καὶ πανηγυρικὸν βίον ἐκτραπέντος τοῦ βασιλέως, δοκοῦντος ἰσχύειν τότε πλεῖστον καὶ μάλιστʼ εὐδαιμονεῖν, ἡ πεπρωμένη συνῄρει τὸν ὑπὸ τῆς φύσεως αὐτῷ συγκεχωρημένον τοῦ ζῆν χρόνον. εὐθὺ δὲ καὶ τὸ θεῖον ἐσήμαινε τὴν τελευτὴν αὐτοῦ, πολλῶν καὶ παραδόξων οἰωνῶν καὶ σημείων συντελουμένων.
116.2 τοῦ γὰρ βασιλέως ἀλειφομένου καὶ τῆς βασιλικῆς ἐσθῆτος καὶ διαδήματος ἐπί τινος θρόνου τεθέντος τῶν ἐγχωρίων τις δεδεμένος ἐλύθη τὰς πέδας αὐτομάτως καὶ λαθὼν τοὺς φύλακας διῆλθε διὰ τῶν τῆς αὐλῆς θυρῶν ἀνεπικωλύτως.
116.3 προσελθὼν δὲ τῷ θρόνῳ καὶ τὴν βασιλικὴν ἐνδυσάμενος ἐσθῆτα καὶ τὸ διάδημα περιθέμενος ἐκάθισεν ἐπὶ τὸν θρόνον καὶ τὴν ἡσυχίαν ἦγε. γνωσθείσης δὲ τῆς πράξεως ὁ βασιλεὺς καταπλαγεὶς τὸ παράδοξον προσῆλθε τῷ θρόνῳ καὶ χωρὶς καταπλήξεως ἡσυχῇ τὸν ἄνθρωπον ἀνέκρινε τίς ὢν καὶ τί βουλόμενος τοῦτο ἔπραξε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi