Kitap 20
6.3
ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι. διόπερ ἐπʼ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος. εἶθʼ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, ὁ δʼ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.
7.1
οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην. παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ
7.2
τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθʼ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων,
7.3
εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς. καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς. ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων· καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου.
7.4
ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.