Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

51.5 ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα· τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
49.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πραξιέργου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Αὖλον Οὐεργίνιον Τρίκοστον καὶ Γάιον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἠλεῖοι μὲν πλείους καὶ μικρὰς πόλεις οἰκοῦντες εἰς μίαν συνῳκίσθησαν τὴν ὀνομαζομένην Ἦλιν.
55.5 ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύῃ τὴν τῶν λόγων πιθανότητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπʼ αὐτοῦ λεγομένοις οὐ δοτέον.
51.6 ὁ δʼ Ἀντίγονος πεισθεὶς ὑπʼ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα.
39.2 Λακεδαιμόνιοι δὲ ὁρῶντες τὴν μὲν Σπάρτην διὰ τὴν Παυσανίου τοῦ στρατηγοῦ προδοσίαν ταπεινῶς πράττουσαν, τοὺς δὲ Ἀθηναίους εὐδοκιμοῦντας διὰ τὸ μηδένα παρʼ αὐτοῖς πολίτην ἐπὶ προδοσίᾳ κατεγνῶσθαι, ἔσπευδον τὰς Ἀθήνας ταῖς ὁμοίαις περιβαλεῖν διαβολαῖς.
55.6 παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἔστιν οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας· οὐ βορέαι γὰρ οὐδʼ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ θερινῆς δύσεως ἀργέσται κοινωνοῦσι τῆς τῶν ἐτησίων προσηγορίας. τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰθιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλʼ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην.
52.7 οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων. ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ʽἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισʼ, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi