Kitap 3
30.3
περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆθος ἀρουραίων ἐγγεννηθὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας, κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύθητοι στρουθοὶ καὶ τὰ σπέρματα τῶν ἀνθρώπων ἀφανίζοντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντες καὶ πίπτοντες ἀντὶ τῆς συνήθους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν ᾧ νῦν καθίδρυνται.
30.4
καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲρ τῆς ἀθανασίας ἄθλων συντελεσθέντων ἕνα καταριθμούμενον καθʼ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆθος τῶν ἐπιπολασάντων ὀρνίθων ἐν αὐτῇ; ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινὲς ἐγένοντο πλήθους λεόντων ἐπελθόντος ἐκ τῆς ἐρήμου. Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπιστως διὰ τὸ παράδοξον πρὸς τὰς ἱστορίας διακειμένους· πάλιν δʼ ἐπὶ τ ὰσυνεχῆ τοῖς προειρημένοις μεταβησόμεθα.
31.1
τὰς δʼ ἐσχατιὰς τῶν πρὸς μεσημβρίαν μερῶν κατοικοῦσιν ἄνδρες ὑπὸ μὲν τῶν Ἑλλήνων καλούμενοι Κυναμολγοί, κατὰ δὲ τὴν τῶν πλησιοχώρων βαρβάρων διάλεκτον Ἄγριοι. οὗτοι δὲ πώγωνας μὲν φέρουσι παμμεγέθεις, κυνῶν δὲ τρέφουσιν ἀγρίων ἀγέλας πρὸς τὴν τοῦ βίου χρείαν εὐθέτους.
31.2
ἀπὸ γὰρ τῶν πρώτων τροπῶν τῶν θερινῶν μέχρι μέσου χειμῶνος Ἰνδικοὶ βόες ἀμύθητοι τὸ πλῆθος ἐπιφοιτῶσιν αὐτῶν τὴν χώραν, ἀδήλου τῆς αἰτίας οὔσης· οὐδεὶς γὰρ οἶδεν εἴθʼ ὑπὸ ζῴων πολλῶν καὶ σαρκοφάγων πολεμούμενοι φεύγουσιν, εἴτε διʼ ἔνδειαν τροφῆς ἐκλείποντες τοὺς οἰκείους τόπους εἴτε διʼ ἄλλην περιπέτειαν, ἣν ἡ μὲν πάντα τὰ παράδοξα γεννῶσα φύσις κατασκευάζει, τὸ δὲ τῶν ἀνθρώπων γένος ἀδυνατεῖ τῷ νῷ συνιδεῖν.
31.3
οὐ μὴν ἀλλὰ τοῦ πλήθους οὐ κατισχύοντες διʼ ἑαυτῶν περιγενέσθαι τοὺς κύνας ἐπαφιᾶσι, καὶ μετὰ τούτων ποιούμενοι τὴν θήραν πολλὰ πάνυ τῶν ζῴων χειροῦνται· τῶν δὲ ληφθέντων ἃ μὲν πρόσφατα κατεσθίουσιν, ἃ δὲ εἰς ἅλας συντιθέντες ἀποθησαυρίζουσι. πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων διὰ τῆς τῶν κυνῶν ἀλκῆς θηρεύοντες ἀπὸ κρεοφαγίας τὸν βίον ἔχουσι.